Λόγος Β’. Εἰς τὸ Γενέσιον τῆς ὑπεραγίας ΘΕΟΤΟΚΟΥ καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ, τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Ἰωάννου Μοναχοῦ καὶ Πρεσβυτέρου τοῦ Δαμασκηνοῦ.

Ὦ θῆλυ ποθητὸν καὶ ὄντως μακάριον, εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Ὦ θῆλυ, θύγατερ, τοῦ βασιλέως, καὶ Μήτηρ· θυγάτηρ τοῦ βασιλέως Δαβίδ, καὶ Μήτηρ τοῦ παμβασιλέως Θεοῦ. Ὦ θεῖον ἔμψυχον ἄγαλμα, ἐφ’ ᾧ ὁ δημιουργήσας εὐφράνθη Θεός· νοῦν μὲν ἔχον θεοκυβέρνητον, καὶ μόνῳ Θεῷ προσέχοντα· ἐπιθυμίαν ἅπασαν τεταμένην πρὸς τὸ μόνον ἐφετόν τε καὶ ἀξιέραστον· τὸν θυμὸν κατὰ μόνης τῆς ἁμαρτίας καὶ τοῦ ταύτην κυήσαντος ζωὴν τῆς φύσεως κρείττονα ἕξεις γὰρ σεαυτῇ· οὐ γὰρ σεαυτῆς ἕνεκα γεγέννησο· ὅθεν ἕξεις Θεὸν δι’ ὃν εἰς τὸν βίον ἐλήλυθας, ὅπως τῇ παγκοσμίῳ ἐξυπηρετήσῃς σωτηρίᾳ, ὅπως ἡ ἀρχαία βουλὴ τοῦ Θεοῦ τῆς τοῦ Λόγου σαρκώσεως καὶ τῆς ἡμῶν θεώσεως διὰ σοῦ πληρωθῇ. Ἔφεσιν εἶχες τοῖς θείοις λόγοις ἐντρέφεσθαι, καὶ τούτοις πιαίνεσθαι, ὡς ἀεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· ὡς ξύλον πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων τοῦ Πνεύματος· ὡς ξύλον ζωῆς, ὃ τὸν καρπὸν αὐτοῦ ἔδωκεν ἐν τῷ προωρισμένῳ καιρῷ ὑπὸ Θεοῦ, Θεὸν σεσαρκωμένον, τὴν αἰώνιον τῶν ἁπάντων ζωήν· πάντα λογισμὸν τρόφιμον καὶ ψυχωφελῆ ἕλκουσα, καὶ πάντα περιττὸν καὶ ψυχοβλαβῆ πρὶν γεύσασθαι ἀποκρίνουσα.

Σοῦ οἱ ὀφθαλμοὶ πρὸς τὸν Κύριον, φῶς ὁρῶντες ἀέναον καὶ ἀπρόσιτον· ὦτα, τῶν θείων ἀκούοντα λόγων, καὶ τερπόμενα τῇ κιθάρᾳ τοῦ Ἁγίου Πνεύματος, δι’ ὧν ὁ Λόγος εἰσῆλθε σαρκωθησόμενος ρῖνες, τῇ ὀσμῇ τῶν μύρων τοῦ Νυμφίου θελγόμεναι, ὅς ἐστι μύρον θεῖον ἑκουσίως κενούμενον καὶ χρῖον τὴν ἑαυτοῦ ἀνθρωπότητα· «Μύρον ἐκκενωθὲν ὄνομά σοι», φησὶν ἡ Γραφή· χείλη αἰνοῦντα τὸν Κύριον, καὶ τοῖς πρὸς αὐτὸν ὕμνοις ἐνηδυνόμενα· γλῶσσα καὶ φάρυγξ, λόγους Θεοῦ διακρίνουσαι, καὶ θείας γλυκύτητος ἐμφορούμεναι· καρδία καθαρὰ καὶ ἀμόλυντος, ὁρῶσα καὶ ποθοῦσα Θεὸν τὸν ἀόρατον· γαστήρ, ἐν ᾗ ὁ ἀχώρητος ᾤκησε, καὶ μαστοὶ γάλακτος ἐξ ὧν ἐτράφη Θεὸς τὸ παιδίον Ἰησοῦς· πύλη Θεοῦ, ἀεὶ παρθενεύουσα· χεῖρες, Θεὸν φέρουσαι, καὶ γόνατα, θρόνος τῶν Χερουβὶμ ὑψηλότερος, δι’ οὗ ἴσχυσαν χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· πόδες, ὡς λύχνῳ φωτὸς τῷ τοῦ Θεοῦ ποδηγούμενοι νόμῳ, καὶ ὀπίσω αὐτοῦ ἀνεπιστρόφως τρέχοντες, ἕως πρὸς τὴν ποθοῦσαν τὸν ποθούμενον εἵλκυσαν. Ὅλη παστὰς τοῦ Πνεύματος· ὅλη πόλις Θεοῦ ζῶντος, ἣν εὐφραίνουσι τοῦ ποταμοῦ τὰ ὁρμήματα, τῶν τοῦ Πνεύματος χαρισμάτων τὰ κύματα. Ὅλη καλή, ὅλη πλησίον τοῦ Θεοῦ· αὕτη γὰρ ὑπεραναβᾶσα τῶν Χερουβίμ, καὶ τῶν Σεραφεὶμ ὑπεραρθεῖσα, πλησίον Θεοῦ ἐχρημάτισεν.