Εἰ γὰρ τὴν πρώτην πρὸς Θεὸν ἐφυλάξαμεν κοινωνίαν, οὐκ ἂν τῆς μείζονος καὶ παραδοξοτέρας κατηξιώθημεν· νῦν δέ, διὰ μὲν τῆς ἁμαρτίας, τῆς προτέρας κοινωνίας ἀπηξιώθημεν, μὴ φυλάξαντες ὃ ἐλάβομεν· Θεοῦ δὲ συμπαθείᾳ ἠλεήθημέν τε καὶ προσελήφθημεν, ὡς ἀσφαλῆ γενέσθαι τὴν κοινωνίαν· δυνατὸς γὰρ ὁ προσλαβόμενος φυλάξαι τὴν ἕνωσιν ἀδιάσπαστον.
Ἐπεὶ γὰρ «ἐκπορνεύσασα ἐξεπόρνευσε πᾶσα ἡ γῆ, καὶ ὁ λαὸς Κυρίου πνεύματι πορνείας ἐπλανήθη ἀπὸ Κυρίου Θεοῦ αὐτοῦ τοῦ κτησαμένου αὐτὸν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐξαγαγόντος ἐν σημείοις καὶ τέρασιν ἐξ οἴκου δουλείας Φαραώ, καὶ διαγαγόντος διὰ θαλάσσης Ἐρυθρᾶς, καὶ ὁδηγήσαντος ἐν νεφέλῃ ἡμέρας καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός, καὶ ἐστράφη ἡ καρδία αὐτῶν εἰς Αἴγυπτον, καὶ ἐγένετο ὁ λαὸς Κυρίου οὐ λαὸς αὐτοῦ, καὶ ὁ ἠλεημένος οὐκ ἠλεημένος, καὶ ὁ ἠγαπημένος οὐκ ἠγαπημένος· διὰ τοῦτο τοίνυν Παρθένος τίκτεται, τῆς προγονικῆς πορνείας ἀντίπαλος· καὶ αὕτη τῷ Θεῷ μεμνήστευται, καὶ τίκτει τοῦ Θεοῦ τὸν ἔλεον καὶ λαὸς Θεοῦ, ὁ πρὶν οὐ λαὸς καθίσταται, καὶ ὁ οὐκ ἠλεημένος ἠλέηται, καὶ ὁ οὐκ ἠγαπημένος ἠγαπημένος ἠγάπηται· ἐξ αὐτῆς γὰρ τίκτεται ὁ Υἱὸς τοῦ Θεοῦ ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησεν.
Ἄμπελος εὐκληματοῦσα ἐξ Ἄννης ἐβλάστησε (σήμερον), καὶ βότρυν γλυκύτατον ἤνθησε, νέκταρ τοῖς γηγενέσιν αἰώνιον πηγάζοντα. Ἰωακεὶμ καὶ Ἄννα ἔσπειραν ἑαυτοῖς εἰς δικαιοσύνην, καὶ ἐθέρισαν καρπὸν ζωῆς· ἐφώτισαν ἑαυτοῖς φῶς γνώσεως, καὶ Κύριον ἐξεζήτησαν, καὶ ἦλθεν αὐτοῖς γέννημα δικαιοσύνης. Θαρσείτω ἡ γῆ, καὶ τέκνα Σιὼν χαίρετε ἐπὶ Κυρίῳ τῷ Θεῷ ἡμῶν· ὅτι ἐβλάστησεν ἡ ἔρημος· στεῖρα ἤνεγκε τὸν καρπὸν αὑτῆς. Ἰωακεὶμ καὶ Ἄννα, ὡς ὄρη νοητά, γλυκασμὸν ἀπεστάλαξαν. Εὐφραίνου Ἄννα μακαριστή, ὅτι θῆλυ τέτοκας· τοῦτο γὰρ, τὸ θῆλυ, Μήτηρ Θεοῦ, πολύφωτος πύλη ζωῆς, καὶ τὸ τῶν θηλειῶν λύσει ἔγκλημα. Τούτου τοῦ θήλεος τὸ πρόσωπον, οἱ πλούσιοι λιτανεύσουσι. Τοῦτο τὸ θῆλυ οἱ βασιλεῖς τῶν ἐθνῶν προσκυνήσουσι δῶρα φέροντες. Τοῦτο τὸ θῆλυ προσάξει Θεῷ τῷ παμβασιλεῖ, ὡς κροσσωτοῖς χρυσοῖς, τὴν τῶν ἀρετῶν περιβεβλημένην εὐπρέπειαν, καὶ κεκοσμημένην τῇ τοῦ Πνεύματος χάριτι, ἧς ἡ δόξα ἔσωθεν· δόξα μὲν γὰρ πάσης γυναικὸς ὁ ἀνήρ, ἔξωθεν ἐπιών· ἡ δὲ δόξα τῆς Θεοτόκου ἔσωθεν, ὁ τῆς κοιλίας καρπός.