Λόγος Β’. Εἰς τὸ Γενέσιον τῆς ὑπεραγίας ΘΕΟΤΟΚΟΥ καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ, τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Ἰωάννου Μοναχοῦ καὶ Πρεσβυτέρου τοῦ Δαμασκηνοῦ.

Ὦ θύγατερ ὡραιοτάτη καὶ γλυκυτάτη· ὦ κρίνον ἀναμέσον τῶν ἀκανθῶν ἐκφυέν, ἐξ εὐγενεστάτης καὶ βασιλικωτάτης ρίζης Δαβιτικῆς· διὰ σοῦ τὴν ἱερωσύνην βασιλεία πεπλούτηκε· διὰ σοῦ νόμου μετάθεσις γέγονε, καὶ ἀνεκαλύφθη τὸ ὑπὸ τῷ γράμματι πνεῦμα κρυπτόμενον, μετατεθέντος ἐκ τῆς Λευϊτικῆς φυλῆς ἐπὶ τὴν Δαβιτικὴν τοῦ ἱερατικοῦ ἀξιώματος. Ὦ ρόδον ἐξ ἀκανθῶν τῶν Ἰουδαίων φυέν, καὶ εὐωδίας θείας πληρῶσαν τὰ σύμπαντα. Ὦ θύγατερ Δαβὶδ καὶ Μήτηρ Θεοῦ, μακαρία ἡ ὀσφὺς καὶ ἡ γαστὴρ ἐξ ὧν ἀνεβλάστησας· μακάριαι αἱ ἀγκάλαι αἱ σε ἐβάστασαν, καὶ μακάριοι οἱ μαστοὶ οὕς ἐθήλασας.

Σήμερον ἀρχὴ σωτηρίας τῷ κόσμῳ· «Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ» ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε· ὑψώσατε τὴν φωνὴν ὑμῶν, ὑψώσατε μὴ φοβεῖσθε»· ὅτι ἐτέχθη ἡμῖν Μήτηρ Θεοῦ εὐδοκήσαντος ὁμιλῆσαι τοῖς ἐν τῇ γῇ διὰ σαρκός, τοῦ ἐπουρανίου καὶ ἀναμαρτήτου, τοῦ διὰ φιλανθρωπίαν αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. Σκιρτήσατε ὄρη, λογικαὶ φύσεις, πρὸς ὕψος τῆς πνευματικῆς θεωρίας ἀνατεινόμεναι· τὸ γὰρ ὄρος Κυρίου τὸ ἐμφανέστατον τίκτεται, τὸ ἐπαναβεβηκὸς καὶ ὑπερκείμενον παντὸς βουνοῦ καὶ παντὸς ὄρους ἀνθρώπων καὶ Ἀγγέλων τῇ ὑψηλότητι, ἐξ οὗ, χειρῶν ἄνευ, σωματικῶς τμηθῆναι ηὐδόκησεν ὁ ἀκρογωνιαῖος λίθος Χριστός, ἡ μία ὑπόστασις τὰ διεστῶτα συνάπτουσα, θεότητά τε καὶ ἀνθρωπότητα, Ἀγγέλους καὶ ἀνθρώπους, τοὺς ἐξ Ἐθνῶν καὶ τὸν σαρκικὸν Ἰσραὴλ εἰς ἕνα πνευματικὸν Ἰσραήλ. «Ὄρος Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, τὸ ὄρος ὃ ηὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· τὸ θεῖον ἅρμα τὸ μυριοπλάσιον» τῶν τῇ θείᾳ Χάριτι εὐθηνούντων, Χερουβίμ, λέγω, καὶ Σεραφείμ. Κορυφή, ἡ τοῦ Σινᾶ ἁγιωτέρα, ἣν οὐ καπνὸς, οὐ γνόφος, οὐ θύελλα, οὐ πῦρ δειματοῦν καλύπτει, ἀλλὰ φωτιστικὴ τοῦ Παναγίου Πνεύματος ἔλλαμψις· ἐκεῖ μὲν λόγος Θεοῦ πλαξὶ λιθίναις νόμον ἐνέγραψεν ὡς δακτύλῳ τῷ Πνεύματι· ἐν ταύτῃ δὲ ἐκ Πνεύματος Ἁγίου καὶ τῶν αὐτῆς αἱμάτων, αὐτὸς ὁ Λόγος σεσάρκωται, καὶ ἑαυτὸν δέδωκε τῇ ἡμετέρᾳ Φύσει, σωτηρίας δραστικώτερον φάρμακον· ἐκεῖ μάννα, ἐν ταύτῃ ὁ τοῦ μάννα δοὺς τὴν γλυκύτητα. Ὑποκυπτέτω σκηνὴ ἡ περίπυστος, ἣν ἐν ἐρήμῳ Μωϋσῆς κατεσκεύασεν ἐκ πολυτίμου καὶ παντοδαπῆς ὕλης, καὶ πρὸ ταύτης ἡ τοῦ Πατριάρχου Ἀβραὰμ τῇ ἐμψύχῳ καὶ λογικῇ σκηνῇ τοῦ Θεοῦ· αὕτη γὰρ οὐκ ἐνεργείας Θεοῦ ὑπῆρξε δοχεῖον, ἀλλ’ οὐσιωδῶς ἀσύγκριτον, κιβωτὸς πάντοθεν χρυσίῳ κεκαλυμμένη, καὶ μανναφόρος στάμνος χρυσῆ, καὶ λυχνία, καὶ τράπεζα καὶ πάντα τὰ παλαιά· τῷ γὰρ ταύτης τύπῳ τετίμηνται, ὡς ἀληθῶς πρωτοτύπου σκιάσματα.