Λόγος Β’. Εἰς τὸ Γενέσιον τῆς ὑπεραγίας ΘΕΟΤΟΚΟΥ καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ, τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Ἰωάννου Μοναχοῦ καὶ Πρεσβυτέρου τοῦ Δαμασκηνοῦ.

Ὦ γαστήρ, οὐρανὸν ἐν ἑαυτῇ κυοφορήσασα ἔμψυχον, τῆς οὐρανῶν εὐρυχωρίας πλατύτερον. Ὦ ἅλως, ἡ ἐνέγκασα θημωνίαν τοῦ ζωοποιοῦ σίτου, ὡς αὐτὸς ὁ Χριστὸς ἀπεφήνατο· «Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ αὐτὸς μόνος μένει». Ὦ μαστοί, θηλάσαντες τὴν θρέψασαν τὸν τροφέα τοῦ κόσμου. Ὦ θαυμάτων θαύματα, καὶ παραδόξων παράδοξα! ἔδει γὰρ τὴν τοῦ Θεοῦ ἄφραστον καὶ συγκαταβατικὴν σάρκωσιν προοδοποιηθῆναι τοιούτοις τοῖς προοιμίοις.

Ἀλλὰ πῶς τοῖς πρόσω προβήσομαι; ἡ διάνοια μὲν ἐξίσταται· φόβος δέ με καὶ πόθος κατεμερίσαντο· ἡ καρδία θάλλει καὶ ἡ γλῶσσα πεπέδηται· οὐ φέρω τὴν ἡδονήν· νικῶμαι τοῖς θαύμασιν ἔνθους ὑπὸ τοῦ πόθου γέγονα· νικάτω ὁ πόθος, ὑποχωρείτω ὁ φόβος, ᾀδέτω ἡ κιθάρα τοῦ Πνεύματος. «Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ». Σήμερον στειρωτικαὶ πύλαι ἀνοίγονται, καὶ Πύλη Παρθενικὴ θεία προέρχεται, ἐξ ἧς καὶ δι’ ἧς Θεὸς ὁ πάντων τῶν ὄντων ἐπέκεινα, εἰς τὴν οἰκουμένην σαφῶς εἰσελεύσεται σωματικῶς, κατὰ Παῦλον τὸν τῶν ἀρρήτων ὑπήκοον. Σήμερον ἐκ ρίζης τῆς Ἰεσσαὶ ράβδος ἔφυ, ἐξ ἧς ἄνθος ἀναβήσεται τῷ κόσμῳ θεοϋπόστατον. Σήμερον ἐκ τῆς γηΐνης φύσεως, οὐρανὸν κατεσκεύασεν ἐπὶ γῆς ὁ πάλαι ποτὲ ἐξ ὑδάτων πήξας καὶ πρὸς ὕψος μετεωρίσας στερέωμα· καὶ ὄντως οὗτος, ἐκείνου πολὺ θειότερος καὶ παραδοξότερος· ὁ γὰρ ἐν ἐκείνῳ κατασκευάσας τὸν ἥλιον, ἐκ ταύτης δικαιοσύνης ἀνέτειλεν Ἥλιος. Δύο φύσεις, κἂν ἀκέφαλοι μαίνονται· μία ὑπόστασις, κἂν Νεστόριοι διαρρήγνυνται· τὸ γὰρ φῶς τὸ ἀΐδιον, τὸ ἐξ ἀϊδίου φωτὸς πρὸ αἰώνων ἔχον τὴν ὕπαρξιν, τὸ ἄϋλον καὶ ἀσώματον, ἐκ ταύτης σωματοῦται, καὶ ὡς ἐκ παστοῦ νυμφίος προέρχεται· καὶ Θεὸς ὤν, καὶ γηγενὴς γενόμενος ὕστερον, ὡς γίγας τὴν ὁδὸν δραμεῖν τῆς ἡμετέρας ἀγαλλιᾶται φύσεως· καὶ διὰ παθῶν ὁδεῦσαι πρὸς τὸν θάνατον, καὶ δῆσαι τὸν ἰσχυρόν, καὶ διαρπάσαι αὐτοῦ τὰ σκεύη, τὴν ἡμετέραν φύσιν, καὶ πρὸς τὴν οὐράνιον γῆν ἀγαγεῖν τὸ πλανώμενον πρόβατον.

Σήμερον ὁ τοῦ τέκτονος Υἱός, ὁ παντευχήμων Λόγος τοῦ δι’ αὐτοῦ τὰ πάντα κατασκευάσαντος, ὁ βραχίων ὁ ἰσχυρὸς τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὡς ἑαυτοῦ δακτύλῳ τῷ πνεύματι, ἀμβλωθὲν τὸ σκέπαρνον ἀκονήσας τῆς φύσεως, ἔμψυχον ἑαυτῷ κατεσκεύασε κλίμακα, ἧς ἡ κατάβασις ἐπὶ γῆς ἐστήρικται, ἡ δὲ κεφαλὴ πρὸς αὐτὸν τὸν οὐρανόν, ἐφ᾽ ἧς ὁ Θεὸς ἀναπέπαυται, ἧς τὸν τύπον Ἰακὼβ ἐθεάσατο, δι’ ἧς καταβὰς ἀμεταβάτως, μᾶλλον δὲ συγκαταβάς,