Λόγος Β’. Εἰς τὸ Γενέσιον τῆς ὑπεραγίας ΘΕΟΤΟΚΟΥ καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ, τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Ἰωάννου Μοναχοῦ καὶ Πρεσβυτέρου τοῦ Δαμασκηνοῦ.

ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ταῦτα γὰρ ἡ κατάβασις, ἡ συγκαταβατικὴ ταπείνωσις, ἡ ἐπὶ γῆς πολιτεία, ἡ τοῖς ἐπὶ γῆς δοθεῖσα αὐτοῦ ἐπίγνωσις. Ἐπὶ γῆς ἡ νοητὴ κλῖμαξ, ἡ Παρθένος ἐστήρικται· ἐκ τῆς γῆς ἔχει τὴν γέννησιν· ἡ δὲ κεφαλὴ πρὸς τὸν οὐρανόν· πάσης γὰρ γυναικὸς κεφαλὴ ὁ ἀνήρ· ἀλλ’ αὕτη, ἐπεὶ ἄνδρα οὐκ ἔγνω, κεφαλὴ αὐτῆς ὁ Θεὸς καὶ πατὴρ ἐχρημάτισε, Πνεύματι Ἁγίῳ τὰς συναλλαγὰς ποιησάμενος, καὶ οἱονεὶ θεῖον σπόρον πνευματικόν, τὸν ἑαυτοῦ Υἱὸν καὶ Λόγον, τὴν παντοδύναμον δύναμιν ἐξαποστείλας· εὐδοκίᾳ γὰρ Πατρός, οὐκ ἐκ συναφείας φυσικῆς, ἀλλ’ ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου, ὑπερφυῶς ὁ Λόγος σάρξ ἀτρέπτως ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· συνάφεια γὰρ Θεοῦ πρὸς ἀνθρώπους, διὰ Πνεύματος Ἁγίου γίνεται. Ὁ χωρῶν χωρείτω· ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Ἔξω τῶν σωματικῶν γενώμεθα. Ἀπαθὲς τὸ θεῖον, ὦ ἄνθρωποι, καὶ ἀπαθῶς γεννῆσαν τὸ πρότερον φυσικῶς, ἀπαθῶς τὸν αὐτὸν Υἱὸν γεννᾷ καὶ τὸ δεύτερον, οἰκονομικῶς καὶ μάρτυς Δαβὶδ θεοπάτωρ: «Κύριος εἶπε πρός με. Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε»· τὸ δὲ σήμερον, ἐπὶ τῆς προαιωνίου γεννήσεως, χώραν οὐκ ἔχει· ἐκείνη γὰρ ἄχρονος.

Σήμερον ἡ κατὰ ἀνατολὰς ᾠκοδόμηται πύλη, δι’ ἧς Χριστὸς εἰσελεύσεται, καὶ ἔσται κεκλεισμένη· πύλη ἐν ᾗ Χριστὸς ἡ θύρα τῶν προβάτων, ἀνατολὴ ὄνομα αὐτῷ· δι’ οὗ τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα προσαγωγὴν ἐσχήκαμεν. Σήμερον ἔπνευσαν αὖραι, χαρᾶς παγκοσμίου προάγγελοι. Εὐφραινέσθω ὁ οὐρανὸς ἄνωθεν, καὶ ἀγαλλιάσθω ἡ γῆ· σαλευθήτω ἡ τοῦ κόσμου θάλασσα· ἐν αὐτῇ γὰρ κόχλος γεννᾶται, ἥτις οὐρανόθεν ἐκ τῆς ἀστραπῆς τῆς θεότητος, ἐν γαστρὶ ἕξει καὶ τέξεται τὸν πολύτιμον μαργαρίτην Χριστόν· ἐξ ἧς ὁ Βασιλεὺς τῆς δόξης, τῆς σαρκὸς πορφύραν περιβαλλόμενος, τοῖς αἱχμαλώτοις ἐπιδημήσας, κηρύξει ἄφεσιν. Σκιρτάτω ἡ φύσις· ἡ γὰρ ἀμνὰς τίκτεται, ἐξ ἧς ὁ ποιμὴν περιβαλεῖται τὸ πρόβατον, καὶ τοὺς χιτῶνας διαρρήξει τῆς πάλαι νεκρώσεως. Χορευέτω ἡ παρθενία ὅτι ἐτέχθη, κατὰ τὸν Ἠσαΐαν, παρθένος, ἥτις ἐν γαστρὶ ἕξει καὶ τέξεται Υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, τοὐτέστι μεθ’ ἡμῶν ὁ Θεός. Γνῶτε Νεστόριοι καὶ ἡττᾶσθε ὅτι μεθ’ ἡμῶν ὁ Θεός· οὐκ ἄνθρωπος, οὐ πρέσβυς, ἀλλ’ αὐτὸς ὁ Κύριος ἥξει καὶ σώσει ἡμᾶς. Εὐλογημένος ὁ ἐρχόμενος Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν.