Λόγος Β’. Εἰς τὸ Γενέσιον τῆς ὑπεραγίας ΘΕΟΤΟΚΟΥ καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ, τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Ἰωάννου Μοναχοῦ καὶ Πρεσβυτέρου τοῦ Δαμασκηνοῦ.

Ἐκ τοῦ ὑπ ἀριθ. 5 χειρογράφου Πανηγυρικοῦ Σκήτης Καυσοκαλυβίων.

ΕΙΚΟΝΑ
Τοι­χο­γρα­φί­α ἐκ τοῦ Πρωτάτου Ἁ­γί­ου Ὄ­ρους.
Ἔργον ΙΓʹ αἰ­ῶ­νος.

ΔΕΥΤΕ πάντα τὰ ἔθνη, πᾶν γένος ἀνθρώπων καὶ γλῶσσα καὶ ἡλικία πᾶσα καὶ ἅπαν ἀξίωμα, μετ’ εὐφροσύνης τὸ τῆς παγκοσμίου εὐφροσύνης Γενέθλιον ἑορτάσωμεν· εἰ γὰρ Ελλήνων παῖδες, δαιμόνων ψεύδη, μύθῳ κλεπτόντων τὸν νοῦν καὶ συσκιαζόντων τὴν ἀλήθειαν, καὶ βασιλέων γενέσια διὰ πάσης ἦγον τιμῆς, δῶρον ἕκαστος προσφέρων τὸ κατὰ δύναμιν, καὶ ταῦτα λυμαινομένων τὸν βίον, πόσῳ μᾶλλον ἡμᾶς ἐχρῆν τῆς Θεοτόκου τιμᾶν τὸ Γενέθλιον, δι’ ἧς ἅπαν τὸ βρότειον ἐπανώρθωται γένος, δι’ ἧς τῆς προμήτορος Εὔας ἡ λύπη εἰς χαρὰν μεταβέβληται; Ἐκείνη μὲν γάρ, «Ἐν λύπαις τέξῃ τέκνα» δι’ ἀποφάσεως θείας ἀκήκοεν· αὕτη· «Χαῖρε, κεχαριτωμένη»· ἐκείνη· «Πρὸς τὸν ἄνδρα ἡ ἀποστροφή σου»· αὕτη· «Ὁ Κύριος μετὰ σοῦ». Τί οὖν τῇ Μητρὶ τοῦ Λόγου, ἀλλ’ ἢ λόγον προσοίσωμεν; Πᾶσα ἡ κτίσις συνευωχείσθω καὶ ὑμνείτω τῆς ἱερᾶς Ἄννης τὴν ἱερωτάτην λοχείαν· ἤνεγκε γὰρ τῷ κόσμῳ θησαυρὸν ἀγαθῶν ἀναφαίρετον· δι’ αὐτῆς γὰρ ὁ Κτίστης πᾶσαν φύσιν πρὸς τὸ κρεῖττον μετεστοιχείωσε διὰ μέσης τῆς ἀνθρωπότητος· εἰ γὰρ ἄνθρωπος, μέσος νοῦ καὶ ὕλης ἱστάμενος, σύνδεσμός ἐστι πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως, ἑνωθεὶς ὁ Δημιουργὸς Λόγος τοῦ Θεοῦ τῇ φύσει τῆς ἀνθρωπότητος, διὰ ταύτης ἁπάση τῇ κτίσει ἥνωται. Ἑορτάσωμεν (τοίνυν) τὴν λύσιν τῆς ἀνθρωπίνης στειρώσεως, ὅτι λέλυται ἡμῖν τῶν ἀγαθῶν ἡ στείρωσις.

Ἀλλὰ τίνος ἕνεκεν ἐκ στείρας ἡ Παρθένος Μήτηρ γεγένηται; Ἔδει γὰρ τὸ μόνον καινὸν ὑπὸ τὸν ἥλιον, τὸ τῶν θαυμάτων κεφάλαιον, προοδοποιηθῆναι τοῖς θαύμασι, καὶ κατὰ μικρὸν ἀπὸ τῶν ταπεινοτέρων ἐπαναβῆναι τὰ μείζονα. Ἔχω καὶ ἕτερον λόγον ὑψηλότερον καὶ θειότερον· ἡ γὰρ φύσις ἡττᾶται τῇ χάριτι, καὶ ἕστηκεν ὑπότρομος προβαίνειν μὴ φέρουσα. Ἐπεὶ οὖν ἔμελλεν ἡ Θεοτόκος Παρθένος ἐκ τῆς Ἄννης τίκτεσθαι, οὐκ ἐτόλμησεν ἡ φύσις προβαλεῖν τὸ τῆς χάριτος βλάστημα, ἀλλ’ ἔμεινεν ἄκαρπος, ἕως ἡ Χάρις τὸν καρπὸν ἐβλάστησεν· ἔδει γὰρ πρωτότοκον τεχθῆναι, τὴν τεξομένην τὸν ποιητὴν τῆς κτίσεως, ἐν ᾧ τὰ πάντα συνέστηκεν. Ὦ μακαρία ξυνωρὶς Ἰωακεὶμ καὶ Ἄννα, ὑπόχρεως ὑμῖν ἐστι πᾶσα ἡ φύσις· δι’ ἡμῶν γὰρ προσήγαγε δῶρον ἁπάντων ὑπερφερέστατον, Μητέρα σεμνὴν μόνην ἀξίαν τοῦ κτίσαντος. Ὦ ὀσφὺς τοῦ Ἰωακεὶμ παμμακάριστε, ἐξ ἧς κατεβλήθη σπέρμα πανάμωμον. Ὦ μήτρα τῆς Ἄννης ἀοίδιμε, ἐν ᾗ ταῖς κατὰ μικρὸν προσθήκαις ηὐξήθη, καὶ διαμορφωθὲν ἐτέχθη βρέφος πανάγιον.