Ὦ θαῦμα θαυμάτων πάντων ὑπέρτερον! γυνὴ ὑπεράνω τῶν Σεραφεὶμ γέγονεν, ὅτι ὁ Θεὸς ὤφθη βραχύ τι παρ’ Ἀγγέλοις ἠλαττωμένος. Σιγάτω Σολομὼν ὁ σοφώτατος, καὶ μὴ λεγέτω· «Οὐδὲν καινὸν ὑπὸ τὸν ἥλιον». Ὦ Παρθένε θεοχαρίτωτε, ναὸς Θεοῦ ἅγιος, ὃν ὁ πνευματικὸς Σολομὼν ὁ εἰρηνάρχης κατασκευάσας κατῴκησεν· οὐ χρυσῷ καὶ λίθοις ἀψύχοις καλλωπιζόμενος, ἀλλ’ ἀντὶ χρυσοῦ, λάμπων τῷ πνεύματι· ἀντὶ δὲ λίθων τιμίων, ἔχων τὸν πολύτιμον μαργαρίτην Χριστὸν τὸν ἄνθρακα τῆς θεότητος, ὃν ἅψασθαι τῶν χειλέων ὑμῶν καθικέτευε· ὡς ἄν καθαρθέντες, τοῦτον σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι ὑμνήσωμεν ἀνακράζοντες: «Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ», μία φύσις θεότητος ἐν τρισὶν ὑποστάσεσιν, Ἅγιος ὁ Θεὸς καὶ Πατήρ, ὁ εὐδοκήσας ἐν σοὶ καὶ ἐκ σοῦ τελεσθῆναι ὃ προώρισε πρὸ αἰώνων μυστήριον. Ἅγιος Ἰσχυρὸς ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεός, ὁ μονογενῆ σε πρωτότοκον προαγαγὼν ἐκ στείρας μητρὸς σήμερον, ὅπως μονογενὴς ὢν ἐκ Πατρὸς καὶ πρωτότοκος πάσης τῆς κτίσεως, μονογενὴς ἐκ σοῦ γεννηθῇ τῆς Παρθένου καὶ Μητρός, πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς παραπλησίως ἡμῖν, ἐκ σοῦ μετεσχηκὼς αἵματος καὶ σαρκός, ἀλλ’ οὐκ ἐκ μόνου σε πατρός, ἢ ἐκ μόνης προήγαγε μητρός, ἵνα τῷ Μονογενεῖ φυλαχθῇ τὸ κατὰ πάντα μονογενές· αὐτὸς γὰρ μόνος ἐκ μόνου Πατρὸς μονογενής, καὶ μόνος ἐκ μόνης Μητρός. Ἅγιος Ἀθάνατος τὸ Πανάγιον Πνεῦμα, τὸ δρόσῳ τῆς ἑαυτοῦ θεότητος, τῷ θείῳ πυρί σε φυλάξαν ἀνάλωτον· τοῦτο γὰρ καὶ ἡ Μωσέως προϋπῃνίττετο βάτος.
Χαίροις προβατική, τῆς τοῦ Θεοῦ Μητρὸς τὸ ἱερώτατον τέμενος· χαίροις προβατική, τῆς Βασιλίδος τὸ προγονικὸν καταγώγιον· χαίροις προβατική, τοῦ Ἰωακεὶμ ὁ πάλαι σηκός, νῦν δὲ τῆς λογικῆς Χριστοῦ ποίμνης οὐρανομίμητος Ἐκκλησία· ἡ ποτὲ μὲν ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦ Θεοῦ δεχομένη τὸν Ἄγγελον, τὸ νᾶμα ταράσσοντα, ἕνα τε ρωννῦντα καὶ τῆς συνεχούσης ἀπαλλάττοντα νόσου· νῦν δὲ πλήθη οὐρανίων δυνάμεων ἔχουσα ὑμνοῦντα σὺν ἡμῖν τὴν Θεομήτορα, τὴν τῶν θαυμάτων ἄβυσσον, τὴν πηγὴν τῆς παγκοσμίου ἰάσεως, οὐ λειτουργὸν δεξαμένην Ἄγγελον, ἀλλὰ τὸν τῆς μεγάλης βουλῆς, ὡς ἐπὶ πόκον ἀψοφητὶ καταβάντα ὑετὸν ἀγαθότητος, καὶ πᾶσαν τὴν φύσιν νοσοῦσαν καὶ πρὸς φθορὰν ὑποκλίνασαν, πρὸς ὑγείαν ἄνοσον, καὶ πρὸς ζωὴν ἀγήρω ἐπανορθώσαντα, δι’ οὗ ὁ ἐν σοὶ παράλυτος ὡς ἔλαφος ἥλατο. Χαίροις προβατικὴ τιμία, αὐξανέτω σου ἡ χάρις.