Ὑποσημειώσεις
[1] Ἐπειδή τινες ἐναντιώνονται λέγοντες, ὅτι τὰ πνεύματα καὶ οἱ δαίμονες δὲν εἶναι δυνατὸν νὰ πάθωσι σωματικόν τι πάθος, ὡς ἄϋλα καὶ ἀσώματα, τούτου ἕνεκα ὑποσημειοῦμεν ἐνταῦθα τὰ ἑλληνιστὶ γεγραμμένα εἰς τὸν κατὰ πλάτος ἑλληνικὸν Βίον τῆς Ἁγίας, ἅπερ ἔχουσιν οὕτω· «Καὶ θαυμαστὸν οὐδέν, εἰ πνεῦμα ὢν (ὁ δαίμων δηλαδὴ) κρατεῖται καὶ τἄλλα πάσχει ὡς ἀνδράποδον. Τὴν μὲν γὰρ (Ἁγίαν Μαρῖναν), τῷ τοῦ κρείττονος ἔρωτι καὶ τῇ ἀποσπάσει τῶν γηΐνων εἰς ἄϋλον τάξιν μεταβεβηκυῖαν, εἰκὸς δῶρον εἰληφέναι παρὰ Θεοῦ τοσοῦτον δύνασθαι, ἐκεῖνον δὲ (τὸν δαίμονα) πεφυκέναι πάσχειν δεόντως καὶ τῶν ἀλγεινῶν ἔχειν αἴσθησιν, εἰς ὕλην ἄνωθεν ρεύσαντα, καὶ σωματικῆς παχύτητος ἐρασθέντα καὶ ἀναπλησθέντα. Ὃν γὰρ σωμάτων αἱροῦσιν ἡδοναὶ καὶ πάθη σωμάτων αἱροῦσι καὶ ἀδυνατόν τινα πεφυκέναι θἀτέρου τῶν ἐναντίων αἴσθησιν ἔχειν θἀτέρου δὲ μή. Ἅπας γάρ τις πρὸς τὰ τοιαῦτα ἐπίσης ἔχων ὁρᾶται, καὶ οὐκ ἔστιν ὅπου διαπίπτων ὁ λόγος εὑρίσκεται. Ὅθεν κἀκεῖνος (ὁ δαίμων δηλαδὴ) ὑλαῖος γενόμενος, πάσχει πρὶν ἤ τι δρᾶσαι κακόν καὶ ἀπαγορεύει τοῦ λοιποῦ δι’ αὐτοῦ προσιέναι, ἔργῳ διδαχθείς, ὅσην μὲν παρὰ Χριστοῦ περιβέβληνται δύναμιν οἱ γνησίως ἠκουλουθηκότες αὐτῷ, ὅσην δὲ πάλιν ἐκεῖνος τὴν ἀσθένειαν ἔχει, τραχηλιάσας κατὰ τοῦ πεποιηκότος καὶ ἀποστάτης γενόμενος».
Ἔφη δὲ καὶ ὁ Σιναΐτης Γρηγόριος περὶ τῶν δαιμόνων· «Νόες ὄντες ποτὲ καὶ αὐτοί, καὶ τῆς ἀϋλίας ἐκείνης καὶ λεπτότητος ἐκπεσόντες, ὑλικήν τινα παχύτητα ἕκαστος κέκτηται, κατὰ τὴν ἕξιν ἢ ἐνέργειαν σωματούμενος, ἣν ἐνεργῶν πεποίηται» (Κεφ. ρκγʹ ἐν τῇ Φιλοκαλίᾳ).