Χαῖρε, ὅτι Σὲ προεῖπεν ὁ αὐτὸς Ἠσαΐας Βίβλον ἐσφραγισμένην διὰ τὴν μεγάλην σου καθαρότητα· «Καὶ δοθήσεται τὸ Βιβλίον τὸ ἐσφραγισμένον τοῦτο ἀνθρώπῳ ἐπισταμένῳ γράμματα καὶ ἐροῦσιν αὐτῷ, ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ· οὐ δύναμαι ἀναγνῶναι· ἐσφράγισται γάρ». Χαῖρε Μαρία, ὅτι Σὲ ὁ αὐτὸς Ἠσαΐας προεῖπε κούφην Νεφέλην, λέγων· «Ἰδοὺ Κύριος κάθηται ἐπὶ Νεφέλης κούφης». Καὶ πάλιν ὁ αὐτὸς Προφήτης Σὲ εἶπε Προφῆτιν· «Καὶ προσῆλθον, λέγει, πρὸς τὴν Προφῆτιν· καὶ ἐν γαστρὶ ἔλαβε». Χαῖρε Μαρία, ἡ ἐν γυναιξὶν εὐλογημένη· ὅτι Σὲ ὁ Ἰεζεκιὴλ εἶπεν Οἶκον πεπληρωμένον τῆς δόξης τοῦ Θεοῦ· «Καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ Οἶκος Κυρίου». Καὶ ὁ Ἠσαΐας λέγει· «Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ Οἶκος τῆς δόξης αὐτοῦ». Χαῖρε εὐλογημένη Μαριάμ, ὅτι Σὺ εἶσαι ἡ ἑπτάφωτος Λυχνία ὅπου εἶδεν ὁ Προφήτης Ζαχαρίας, καὶ ἡ Λαβὶς ἡ τὸν θεῖον Ἄνθρακα φέρουσα, ὁποὺ εἶδεν ὁ Ἠσαΐας, Χαῖρε εὐλογημένη Μαριάμ, ὅτι Σὺ εἶσαι ἡ Στάμνος ἡ χρυσῆ ἡ ἔχουσα τὸ μάννα, καὶ τὸ χρυσοῦν Θυμιατήριον· Σὲ προεδήλουν αἱ Πλάκες τοῦ Νόμου, ἡ Κιβωτὸς ἡ ἁγία, καὶ τὰ Χερουβὶμ ἐκεῖνα ὁποὺ λέγει ὁ Δαβίδ, ἔνθα ἐπέβη ὁ Θεός. Χαῖρε εὐλογημένη Μαριάμ, ὅτι Σὺ εἶσαι ἡ Τράπεζα ἡ Ἁγία, ἡ τὸν οὐράνιον Ἄρτον ἔχουσα, Σὺ τὸ θεῖον Ἱλαστήριον, Σὺ ἡ Σκηνὴ ἡ Ἁγία, καὶ σχεδὸν ὅλων τῶν Προφητῶν τὸ κήρυγμα. Χαῖρε Μαρία, ὅτι Σὺ εἶσαι ἡ Βασίλισσα ἐκείνη ὁποὺ λέγει ὁ Δαβίδ, ἡ δεδοξασμένη· «Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη». Καὶ διὰ νὰ μὴ πολυλογῶ, Σὺ εἶσαι ἐκείνη ἡ Θυγάτηρ ὁποὺ ὑπερέβης ἁπάσας τὰς λοιπὰς κατὰ τὸν Σολομῶντα· «Πολλαὶ θυγατέρες ἐποίησαν δύναμιν, πολλαὶ ἐκτήσαντο δόξαν, Σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῇρας πάσας».
Ἀπέκαμον πλέκων εἰς τὴν Παρθένον ἐκ τῶν Προφητῶν τὸν παρθενικὸν ἀνθομυριοχαριτόπλεκτον στέφανον· πλὴν ἡ πρὸς αὐτὴν ἀγάπη μὲ ἀναγκάζει νὰ συνεχίσω· διὸ λέγω, ὅτι ἡ Παρθένος εἶναι Ναῦς, διότι ἐν τῷ ὅρμῳ τῆς γαλήνης καὶ ἀταραξίας καθοδηγεῖ τοὺς ἐπιβάτας· Ὄμμα τῆς Ἐκκλησίας ὀξυδερκέστατον, τὴν Ἐκκλησίαν ἐπερχόμενον· Ἔλαιον, τοῦ ὕδατος τῶν πειρασμῶν ἀνώτερον· Δένδρον, τὸν γλυκύτατον καρπὸν Χριστὸν ἀποτεκόν· Ἑπτάφωτος Λυχνία, κατὰ τὰ ἑπτὰ χαρίσματα τοῦ Ἁγίου Πνεύματος πλουτίζουσα, κατὰ τὸν Μάξιμον καὶ Πόλις ὄντως Θεοῦ, περὶ ἧς δεδοξασμένα κατὰ τὸν Δαβὶδ ἐλαλήθη.