ΛΟΓΟΣ Γ’. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κων/πόλεως τοῦ Χρυσοστόμου, Λόγος εἰς τὸ ΓΕΝΕΘΛΙΟΝ τοῦ ΚΥΡΙΟΥ καὶ ΘΕΟΥ καὶ ΣΩΤΗΡΟΣ ἡμῶν ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

Ἐπειδὴ γὰρ οὐκ ἐπίστευον Ἕλληνες, οὐκ Ἰουδαῖοι, οὐχ αἰρετικῶν παῖδες, ὅτι ὁ Θεὸς ἀρρεύστως καὶ ἀπαθῶς ἐγέννησε, διὰ τοῦτο σήμερον ἐκ παθητοῦ σώματος προελθών, ἀπαθὲς τὸ παθητὸν διετήρησε σῶμα, ἵνα δείξῃ, ὅτι ὥσπερ ἐκ τῆς Παρθένου τεχθεὶς τὴν παρθενίαν οὐκ ἔλυσεν, οὕτω καὶ ὁ Θεός, ἀρρεύστου καὶ ἀναλλοιώτου μενούσης τῆς Ἁγίας Οὐσίας, ὡς Θεὸς Θεὸν θεοπρεπῶς ἐγέννησεν. Ἐπειδὴ γὰρ καταλιπόντες αὐτὸν οἱ ἄνθρωποι ἀνθρωπόμορφα ἔγλυφον ξόανα, οἷς καὶ ἐλάτρευον ἐφ’ ὕβρει τοῦ Κτίσαντος, διὰ τοῦτο σήμερον ὁ τοῦ Θεοῦ Λόγος, Θεὸς ὢν, ἐν μορφῇ ἀνθρώπου ὤφθη, ἵνα καὶ τὸ ψεῦδος λύσῃ καὶ λανθανόντως εἰς ἑαυτὸν τὴν λατρείαν ἀπενέγκηται. Τούτῳ οὖν τῷ ἐξ ἀπόρου πόρον ἐργασαμένῳ Χριστῷ δόξαν ἀναπέμψωμεν σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

              

ΕΠΙΣΤΡΟΦΗ