ΛΟΓΟΣ Γ’. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κων/πόλεως τοῦ Χρυσοστόμου, Λόγος εἰς τὸ ΓΕΝΕΘΛΙΟΝ τοῦ ΚΥΡΙΟΥ καὶ ΘΕΟΥ καὶ ΣΩΤΗΡΟΣ ἡμῶν ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

οἱ παῖδες τὸν Παῖδα μάρτυρας διὰ τὴν Ἡρῴδου μανίαν ἐργασάμενον· οἱ ἄνδρες τὸν ἐνανθρωπήσαντα καὶ τὰ τῶν δούλων θεραπεύσαντα κακά· οἱ ποιμένες τὸν Ποιμένα τὸν καλόν, τὸν τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων προθέμενον· οἱ Ἱερεῖς τὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ Ἀρχιερέα γενόμενον· οἱ δοῦλοι τὸν μορφὴν δούλου λαβόντα, ἵνα ἡμῶν τὴν δουλείαν ἐλευθερίᾳ τιμήσῃ· οἱ ἁλιεῖς τὸν ἀπὸ ἁλιέων θηρευτὰς ἀνθρώπων ἐργαζόμενον· οἱ τελῶναι τὸν ἀπὸ τελωνῶν Εὐαγγελιστὴν ἀναδείξαντα· αἱ πόρναι τὸν τοῖς πορνικοῖς δάκρυσι τοὺς πόδας προϊέμενον· καὶ ἵνα συντόμως εἴπω, πάντες οἱ ἁμαρτωλοὶ ἦλθον ἰδεῖν τὸν Ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου· Μάγοι δορυφοροῦντες, Ποιμένες εὐλογοῦντες, τελῶναι εὐαγγελιζόμενοι, πόρναι μυροφοροῦσαι, Σαμαρεῖτις πηγὴν διψῶσα ζωῆς, Χαναναία πίστιν ἀνενδοίαστον ἔχουσα.

Πάντων οὖν σκιρτώντων, σκιρτῆσαι θέλω κἀγώ, χορεῦσαι βούλομαι, πανηγυρίσαι θέλω. Χορεύω δὲ οὐ κιθάραν πλήττων, οὐ θυρσόον κινῶν, οὐκ αὐλοὺς ἔχων, οὐ δᾷδας ἅπτων, ἀλλ’ ἀντὶ μουσικῶν ὀργάνων τὰ τοῦ Χριστοῦ σπάργανα φέρων. Αὐτὰ γάρ μοι ἐλπίς, αὐτά μοι ζωή, αὐτά μοι σωτηρία, αὐτά μοι αὐλός, αὐτά μοι κιθάρα. Διὸ καὶ αὐτὰ ἔρχομαι φέρων, ἵνα τῇ αὐτῶν δυνάμει ἰσχὺν λόγων λαβὼν μετ’ Ἀγγέλων εἴπω· «Δόξα ἐν ὑψίστοις Θεῷ» (Λουκ. β’ 14), μετὰ δὲ ποιμένων, «καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία» (αὐτόθι). Σήμερον ὁ γεννηθεὶς ἀρρήτως ἐκ Πατρός, ἐκ Παρθένου τίκτεται ἀφράστως δι’ ἐμέ. Ἀλλὰ τότε μὲν κατὰ φύσιν ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων ἐγεννήθη, ὡς ὁ γεννήσας οἶδε, σήμερον δὲ πάλιν παρὰ φύσιν ἐτέχθη, ὡς ἡ τοῦ Ἁγίου Πνεύματος ἐπίσταται Χάρις. Καὶ ἡ ἄνω αὐτοῦ γέννησις ἀληθής, καὶ ἡ κάτω γέννησις ἀψευδής, καὶ ἀληθῶς Θεὸς ἐκ Θεοῦ ἐγεννήθη, καὶ ἀληθῶς ἄνθρωπος ὁ αὐτὸς ἐκ Παρθένου ἐτέχθη. Ἄνω μόνος ἐκ μόνου Μονογενής, κάτω μόνος ἐκ Παρθένου μόνης Μονογενὴς ὁ αὐτός. Ὥσπερ γὰρ ἐπὶ τῆς ἄνω γεννήσεως ἀσεβὲς ἐννοῆσαι Μητέρα, οὕτω βλάσφημόν ἐστιν ὑπολαβεῖν καὶ ἐπὶ τῆς κάτω γεννήσεως πατέρα. Ὁ Πατὴρ ἀρρεύστως ἐγέννησε, καὶ ἡ Παρθένος ἀφθόρως ἔτεκεν· οὔτε γὰρ ὁ Θεὸς ρεῦσιν ὑπέμεινε γεννήσας· θεοπρεπῶς γὰρ ἐγέννησεν· οὔτε ἡ Παρθένος φθορὰν ὑπέμεινε τεκοῦσα· πνευματικῶς γὰρ ἔτεκεν. Ὅθεν οὔτε ἡ ἄνω αὐτοῦ Γέννησις ἐξήγησιν ἔχει, οὔτε ἡ ἐν ὑστέροις καιροῖς πρόοδος πολυπραγμονεῖσθαι ἀνέχεται. Ὅτι μὲν γὰρ ἔτεκεν ἡ Παρθένος σήμερον οἶδα, καὶ ὅτι ἐγέννησεν ὁ Θεὸς ἀχρόνως πιστεύω, τὸν δὲ τρόπον τῆς γεννήσεως σιωπῇ τιμᾶν μεμάθηκα, καὶ οὐ διὰ λόγων πολυπραγμονεῖν παρέλαβον.