ΛΟΓΟΣ Γ’. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κων/πόλεως τοῦ Χρυσοστόμου, Λόγος εἰς τὸ ΓΕΝΕΘΛΙΟΝ τοῦ ΚΥΡΙΟΥ καὶ ΘΕΟΥ καὶ ΣΩΤΗΡΟΣ ἡμῶν ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

Ἐκ Παρθένου οὖν σήμερον προῆλθε νικησάσης φύσιν, ὑπερβάσης γάμον· ἔπρεπε γὰρ τῷ τῆς ἁγιωσύνης πρυτάνει ἐκ καθαρῶν καὶ ἁγίων προελθεῖν τόκων· αὐτὸς γάρ ἐστιν ὁ πάλαι ἐκ παρθένου γῆς τὸν Ἀδὰμ πλάσας, ἀπὸ δὲ τοῦ Ἀδὰμ ἄνευ γυναικὸς γυναῖκα μορφώσας· ὥσπερ γὰρ ὁ Ἀδὰμ ἄνευ γυναικὸς γυναῖκα ἤνεγκεν, οὕτω καὶ σήμερον ἡ Παρθένος ἄνευ ἀνδρὸς ἄνδρα ἔτεκεν. Ἄνθρωπος γάρ ἐστι, φησί, καὶ τὶς γνώσεται αὐτόν; Ἐπειδὴ γὰρ ἐχρεώστει τὸ γυναικεῖον γένος τοῖς ἀνθρώποις τὴν χάριν, ὡς τοῦ Ἀδὰμ ἄνευ γυναικὸς γυναῖκα βλαστήσαντος, διὰ τοῦτο σήμερον ἔτεκεν ἡ Παρθένος ἄνευ ἀνδρὸς ὑπὲρ τῆς Εὔας ἐκτιννύουσα τοῖς ἀνδράσι τὸ χρέος. Ἵνα γὰρ μὴ μέγα φρονήσῃ ὁ Ἀδὰμ ἄνευ γυναικὸς γυναῖκα βλαστήσας, διὰ τοῦτο καὶ ἡ Παρθένος ἄνευ ἀνδρὸς ἄνδρα ἔτεκεν, ἵνα τῷ κοινῷ τοῦ θαύματος τὸ ὁμότιμον δείξῃ τῆς φύσεως. Ὥσπερ γὰρ ἀπὸ τοῦ Ἀδὰμ τὴν πλευρὰν ἀφεῖλε καὶ τὸν Ἀδὰμ οὐκ ἐμείωσεν οὐδέν, οὕτω καὶ ἐν τῇ Παρθένῳ καὶ τὸν ἔμψυχον ἔπλασε ναόν, καὶ τὴν παρθενίαν οὐκ ἔλυσε. Σῶος ἔμεινεν ὁ Ἀδὰμ καὶ μετὰ τὴν ἀφαίρεσιν τῆς πλευρᾶς, ἄφθορος ἔμεινε καὶ ἡ Παρθένος μετὰ τὴν πρόοδον τοῦ Βρέφους. Διὰ τοῦτο δὲ οὐκ ἀλλαχόθεν ἑαυτῷ ναὸν κατεσκευάσατο, οὐδὲ ἄλλο σῶμα πλάσας ἐνεδύσατο, ἵνα μὴ δόξῃ τὸ τοῦ Ἀδὰμ ἐνυβρίζειν φύραμα· ἐπειδὴ γὰρ ἀπατηθεὶς ὁ ἄνθρωπος ὄργανον γέγονε τοῦ διαβόλου, διὰ τοῦτο αὐτὸν τὸν ὑποσκελισθέντα ἔμψυχον ἀνελάμβανε ναόν, ἵνα διὰ τὴν πρὸς τὸν πεποιηκότα συνάφειαν ἐκ τῆς τοῦ διαβόλου αὐτὸν ἀποστήσῃ συνηθείας. Ὅμως καὶ ἄνθρωπος γινόμενος οὐχ ὡς ἄνθρωπος τίκτεται, ἀλλ’ ὡς Θεὸς γεννᾶται· εἰ γὰρ ἐκ κοινῶν γάμων προῆλθεν ὥσπερ ἐγώ, ψεῦδος τοῖς πολλοῖς ἐνομίζετο· νῦν δὲ διὰ τοῦτο ἐκ Παρθένου τίκτεται, τικτόμενος δὲ καὶ τὴν μήτραν ἀναλλοίωτον τηρεῖ, καὶ τὴν παρθενίαν ἀζήμιον διαφυλάττει, ἵνα ὁ ξένος τῆς κυήσεως τρόπος πίστεώς μου μεγάλης πρόξενος γένηται.

Ὅθεν κἂν Ἕλλην με κἂν Ἰουδαῖος ἐρωτᾷ, ὅτι ὁ Χριστὸς Θεὸς ὢν κατὰ φύσιν, ἄνθρωπος γέγονε παρὰ φύσιν, ἐρῶ, ναί, μάρτυρα τοῦ λόγου τὴν ἄσπιλον τῆς παρθενίας σφραγῖδα καλῶν· οὕτω γάρ ἐστι Θεὸς νικῶν τὴν τῆς φύσεως τάξιν, οὕτω γαστρός ἐστι κεραμεὺς καὶ παρθενίας εὑρετής, ὅτι καὶ ἀμόλυντον ἔσχε τῆς γεννήσεως τὸν τρόπον, καὶ ἑαυτῷ ἀφράστως ᾠκοδόμησε ναόν, ὃν ἠβουλήθη τρόπον. Εἰπέ μοι οὖν, ὦ Ἰουδαῖε, ἔτεκεν ἡ Παρθένος ἢ οὔ; εἰ μὲν γὰρ ἔτεκεν, ὁμολόγησον τὸν ξένον τόκον· εἰ δὲ οὐκ ἔτεκε, διατὶ τὸν Ἡρῴδην ἠπάτησας; Σὺ γὰρ αὐτῷ πυνθανομένῳ ποῦ ὁ Χριστὸς γεννᾶται, εἶπας, ὅτι ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.