ΛΟΓΟΣ Γ’. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κων/πόλεως τοῦ Χρυσοστόμου, Λόγος εἰς τὸ ΓΕΝΕΘΛΙΟΝ τοῦ ΚΥΡΙΟΥ καὶ ΘΕΟΥ καὶ ΣΩΤΗΡΟΣ ἡμῶν ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

Ἀλλὰ τί εἴπω ἢ τί λαλήσω; ἐκπλήττει γάρ με τὸ θαῦμα. Ὁ παλαιὸς ἡμερῶν Παιδίον γέγονεν, ὁ ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καθήμενος ἐν φάντῃ τίθεται, ὁ ἀναφὴς καὶ ἁπλοῦς καὶ ἀσύνθετος καὶ ἀσώματος χερσὶν ἀνθρωπίναις ἑλίσσεται, ὁ τὰ τῆς ἁμαρτίας διασπῶν δεσμὰ σπαργάνοις ἐμπλέκεται, ἐπειδὴ τοῦτο θέλει. Θέλει γὰρ τὴν ἀτιμίαν ποιῆσαι τιμήν, τὴν ἀδοξίαν ἐνδῦσαι δόξαν, τὸν τῆς ὕβρεως ὅρον ἀρετῆς δεῖξαι τρόπον. Ὅθεν ὑπέρχεται τὸ ἐμὸν σῶμα, ἵνα ἐγὼ χωρήσω τὸν αὐτοῦ λόγον καὶ λαβὼν τὴν ἐμὴν σάρκα, δίδωσί μοι τὸ ἑαυτοῦ Πνεῦμα, ἵνα διδοὺς καὶ λαμβάνων θησαυρόν μοι ζωῆς ἐμπορεύσηται λαμβάνει μου τὴν σάρκα, ἵνα με ἁγιάσῃ, δίδωσί μοι τὸ Πνεῦμα αὐτοῦ, ἵνα με διασώσῃ.

Ἀλλὰ τί εἴπω καὶ τί λαλήσω; ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει· οὐκέτι λέγεται ὡς γενησόμενον, ἀλλὰ θαυμάζεται ὡς πεπραγμένον. Παρὰ Ἰουδαίοις ἐπέπρακτο, παρ’ οἶς καὶ ἐλέγετο, ὑφ’ ἡμῶν δὲ πιστεύεται, παρ’ οἷς οὐδὲ ὠνομάζετο. Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει· τὸ μὲν γράμμα τῆς συναγωγῆς, τὸ δὲ κτῆμα τῆς Ἐκκλησίας· ἐκείνη τὸ δίπτυχον εὗρεν, αὕτη τὸν μαργαρίτην ἐφεῦρεν· ἐκείνη τὸ ἔριον ἔβαψεν, αὕτη τὴν ἁλουργίδα ἐνεδύσατο. Ἡ Ἰουδαία γὰρ αὐτὸν ἔτεκεν καὶ ἡ οἰκουμένη αὐτὸν ὑπεδέξατο· ἡ συναγωγὴ αὐτὸν ἔθρεψε καὶ ἐτιθηνήσατο, καὶ ἡ Ἐκκλησία κατέσχε καὶ ἐκαρπώσατο· παρ’ ἐκείνῃ τὸ κλῆμα τῆς ἀμπέλου καὶ παρ’ ἐμοὶ ὁ βότρυς τῆς ἀληθείας· ἐκείνη τὸν βότρυν ἐτρύγησε καὶ τὰ ἔθνη τὸ μυστικὸν πίνει πόμα· ἐκείνη τὸν κόκκον τοῦ σίτου ἐν τῇ Ἰουδαίᾳ ἔσπειρε, καὶ τὰ ἔθνη τῇ δρεπάνῃ τῆς πίστεως τὸν ἄσταχυν ἐθέρισε· τὰ ἔθνη τὸ ρόδον εὐσεβῶς ἀπέκειρε, καὶ Ἰουδαίοις ἡ ἄκανθα τῆς ἀπιστίας ἀπέμεινεν· ὁ νεοττὸς ἀπέπτη, καὶ παρακάθηνται οἱ ἄφρονες τῇ καλιᾷ· τὴν φυλλάδα τοῦ γράμματος οἱ Ἰουδαῖοι ἑρμηνεύουσι, καὶ τὸν καρπὸν τοῦ πνεύματος τὰ ἔθνη δρέπονται. «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται» (Ἡσ. ζ’ 14). Εἰπέ μοι, ὦ Ἰουδαῖε, εἰπέ μοι λοιπὸν τίνα ἔτεκε; θαρρησόν μοι κἂν ὡς τῷ Ἡρώδῃ· ἀλλ’ οὐ θαρρεῖς· οἶδα διατί, διὰ τὴν ἐπιβουλήν. Ἐκείνῳ γὰρ εἶπας, ἵνα αὐτὸν ἀνέλῃ, ἐμοὶ δὲ οὐ λέγεις, ἵνα μὴ αὐτὸν προσκυνήσω. Τίνα δὲ ἔτεκε; Τίνα; Τὸν Δεσπότην τῆς φύσεως. Κἂν γὰρ σὺ σιωπᾷς, ἡ φύσις βοᾷ· ἔτεκε γὰρ ὡς ὁ τεχθεὶς τεχθῆναι ἠθέλησεν. Οὐ γὰρ ὑπὸ τῆς φύσεως ἐπετρέπετο, ἀλλ’ ὡς Δεσπότης τῆς φύσεως ξένον τῆς γεννήσεως εἰσήγαγε τρόπον, ἵνα δείξῃ, ὅτι καὶ ἄνθρωπος γενόμενος, οὐχ ὡς ἄνθρωπος τίκτεται, ἀλλ’ ὡς Θεὸς γεννᾶται.