Ἀλλὰ διὰ τὸ στενὸν τοῦ καιροῦ ἐνταῦθα βούλομαι καταπαῦσαι τὸν λόγον· ὧδε δὲ καταπαύσω τὸν λόγον πληρώσας, ὅτι πῶς Λόγος ὢν ἀπαθής, σάρξ ἐγένετο, ἀμεταβλήτου μενούσης τῆς φύσεως. Τί δὲ εἴπω ἢ τὶ λαλήσω; Τέκτονα καὶ φάτνην ὁρῶ καὶ Βρέφος καὶ σπάργανα, λοχὸν Παρθένου τῶν χρειῶν ἔρημον, ὅλα πτωχείας ἐχόμενα, ὅλα πενίας γέμοντα. Εἶδες πλοῦτον ἐν πενίᾳ πολλῇ! πῶς πλούσιος ὢν δι’ ἡμᾶς ἐπτώχευσε; πῶς οὔτε κλίνην οὔτε στρωμνὴν εἶχεν, ἀλλ’ ἐπὶ ξηρᾶς ἔρριπτο φάτνης; Ὦ πενία πλούτου πηγή· ὦ πλοῦτε ἄμετρε, πενίας πρόσχημα φέρων! Ἐν φάτνῃ κεῖται καὶ τὴν οἰκουμένην σαλεύει· ἐν σπαργάνοις ἐμπλέκεται καὶ τὰ τῆς ἁμαρτίας διαρρήσει δεσμά! οὔπω ἔναρθρον ἔρρηξε φωνὴν καὶ τοὺς Μάγους ἐδίδαξε καὶ ἐκίνησε πρὸς ἐπιστροφήν. Τί εἴπω, ἢ τί λαλήσω; ἰδοὺ Βρέφος σπαργάνοις ἐμπλέκεται καὶ ἐν φάτνῃ κεῖται· πάρεστι δὲ καὶ Μαρία, Παρθένος οὖσα καὶ Μήτηρ, παρῆν δὲ καὶ Ἰωσὴφ ὀνομαζόμενος πατήρ. Οὗτος ἀνὴρ λέγεται, ἐκείνη Γυνὴ προσαγορεύεται. Ὀνόματα ἔννομα, συζυγίας ἔρημα. Μέχρι ρημάτων νόησαί μοι, ἀλλ’ οὐ μέχρι πραγμάτων. Μόνον οὗτος ἐμνηστεύσατο καὶ Πνεῦμα Ἅγιον αὐτῇ ἐπεσκίασεν. Ὅθεν ἀπορῶν ὁ Ἰωσὴφ οὐκ ᾔδει τὶ καλέσει τὸ Βρέφος· ἐκ μοιχείας αὐτὸ εἰπεῖν οὐκ ἐτόλμα, κατὰ τῆς Παρθένου γὰρ βλάσφημον καταχέειν λόγον οὐκ ἠδύνατο. Τέκνον αὐτὸ εἰπεῖν ἴδιον οὐκ ἠνείχετο· ἤδει γὰρ καλῶς, ὅτι οὐκ ἔγνω πῶς ἢ πόθεν ἐτέχθη τὸ Βρέφος.
Ὅθεν ἀποροῦντι αὐτῷ πρὸς τὸ πρᾶγμα, χρησμὸς οὐρανόθεν διὰ τῆς τοῦ Ἀγγέλου φωνῆς ἐπεφέρετο, ὅτι, Μὴ φοβοῦ Ἰωσήφ, τὸ γὰρ γεννώμενον ἐξ αὐτῆς ἐκ Πνεύματός ἐστιν Ἁγίου, Πνεῦμα γὰρ Ἅγιον ἐπεσκίασε τῇ Παρθένῳ. Διατί δὲ ἐκ Παρθένου τίκτεται καὶ τὴν παρθενίαν ἀζήμιον τηρεῖ; ὅτι πάλαι παρθένον οὖσαν τὴν Εὔαν ἠπάτησεν ὁ διάβολος, διὰ τοῦτο Παρθένον οὖσαν τὴν Μαριὰμ ὁ Γαβριὴλ εὐηγγελίσατο. Ἀλλ’ ἀπατηθεῖσα μὲν ἡ Εὔα ρῆμα ἔτεκε θανάτου αἴτιον, εὐαγγελισθεῖσα δὲ ἡ Μαριὰμ Λόγον ἐν σαρκὶ ἐγέννησε, ζωῆς αἰωνίου ἡμῖν πρόξενον. Τὸ ρῆμα τῆς Εὔας ξύλον ἔδειξε, δι’ οὗ τὸν Ἀδὰμ ἐκ τοῦ Παραδείσου ἐξέωσεν, ὁ Λόγος δὲ ὁ ἐκ τῆς Παρθένου τὸν Σταυρὸν ἔδειξε, δι’ οὗ τὸν ληστὴν εἰς πρόσωπον τοῦ Ἀδάμ, εἰς τὸν Παράδεισον εἰσήγαγεν.