ΛΟΓΟΣ Γ’. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κων/πόλεως τοῦ Χρυσοστόμου, Λόγος εἰς τὸ ΓΕΝΕΘΛΙΟΝ τοῦ ΚΥΡΙΟΥ καὶ ΘΕΟΥ καὶ ΣΩΤΗΡΟΣ ἡμῶν ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

Λόγος ὢν ἀπαθής, σὰρξ ἐγένετο· διὰ τὸ ἐνοικῆσαι ἡμῖν σὰρξ ἐγένετο· Θεὸς γὰρ οὐκ ἐγένετο, ἀλλὰ ἦν. Διὰ τοῦτο σὰρξ ἐγένετο, ἵνα ὃν οὐκ ἐχώρει οὐρανός, δέξηται φάτνη· διὰ τοῦτο ἐν φάτνῃ ἐτέθη, ἵνα ὁ τρέφων τὰ σύμπαντα, Παιδίου τροφὴν παρὰ Μητρὸς Παρθένου λάβῃ· διὰ τοῦτο ὁ τῶν μελλόντων αἰώνων Πατὴρ ὡς ὑπομάζιον Βρέφος παρθενικῶν ἀνέχεται ἀγκαλῶν, ἵνα καὶ Μάγοις εὐπρόσιτος γένηται. Σήμερον γὰρ καὶ Μάγοι προσῆλθον, ἀρχὴν λαβόντες ἀρνεῖσθαι τὸν τύραννον καὶ ὁ οὐρανὸς καυχᾶται ἀστέρι τὸν ἴδιον Δεσπότην μηνύων καὶ ὁ Κύριος ἐπὶ νεφέλης κούφης τοῦ σώματος καθεζόμενος ἐπὶ τὴν Αἴγυπτον τρέχει τῷ μὲν δοκεῖν φεύγων τὴν Ἡρῴδου ἐπιβουλήν, τῇ δὲ ἀληθείᾳ ἀποπληρῶν τὸ παρὰ τοῦ Ἡσαΐου εἰρημένον· «Ἔσται γάρ φησιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ἰσραὴλ τρίτος ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ, ἣν εὐλόγησε Κύριος Σαβαώθ, λέγων· εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις καὶ ἡ κληρονομία μου Ἰσραήλ» (Ἡσ. ιθ’ 24-25).

Τί λέγεις, ὦ Ἰουδαῖε, ὁ πρῶτος τρίτος γέγονας; Αἰγύπτιοι καὶ Ἀσσύριοι προετάχθησαν καὶ ὁ πρωτότοκος Ἰσραὴλ ὑπαριθμεῖται; Ναί· εἰκότως Ἀσσύριοι πρῶτοι ἔσονται, ἐπειδὴ καὶ αὐτοὶ αὐτὸν πρῶτοι διὰ τῶν Μάγων προσεκύνησαν, Αἰγύπτιοι δὲ μετὰ τοὺς Ἀσσυρίους, ἐπειδὴ καὶ αὐτοὶ φεύγοντα αὐτὸν τὴν Ἡρῴδου ἐπιβουλὴν ἐδέξαντο. Τελευταῖος δὲ Ἰσραὴλ ὑπαριθμεῖται, ἐπειδὴ μετὰ τὴν ἄνοδον τὴν ἐκ τοῦ Ἰορδάνου διὰ τῶν Ἀποστόλων αὐτὸν ἔγνωσαν. Εἰσῆλθε δὲ εἰς Αἴγυπτον σείων τὰ χειροποίητα τῆς Αἰγύπτου οὐχ ἁπλῶς, ἀλλ’ ἐπειδὴ ἀπέκλεισε τῆς Αἰγύπτου τὰ πρόθυρα τῇ τῶν πρωτοτόκων ἀπωλείᾳ, διὰ τοῦτο σήμερον εἰσῆλθεν ὡς Πρωτότοκος, ἵνα τῆς παλαιᾶς στυγνότητος διαλύσῃ τὸ πένθος. Καὶ ὅτι Πρωτότοκος λέγεται ὁ Χριστός, μαρτυρεῖ σήμερον ὁ Λουκᾶς ὁ Εὐαγγελιστής, λέγων· «καὶ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι» (Λουκ. β’ 7). Εἰσῆλθεν οὖν εἰς τὴν Αἴγυπτον, ἵνα τῆς παλαιᾶς στυγνότητος διαλύσῃ τὸ πένθος, ἀντὶ μαστίγων χαρὰν ἐπιβαλών, ἀντὶ νυκτὸς καὶ σκότους, σωτηρίας φέγγος χαρισάμενος. Βέβηλον ἦν τότε τοῦ ποταμοῦ τὸ ὕδωρ τῇ τῶν ἀώρων νηπίων σφαγῇ· εἰσῆλθεν οὖν εἰς τὴν Αἴγυπτον ὁ πάλαι τὸ ὕδωρ φοινίξας, καὶ ἐποίησε τὰ ρεῖθρα τοῦ ποταμοῦ σωτηρίας γενητικά, τὸ ἐναγὲς αὐτῶν καὶ βέβηλον δυνάμει καθαρίσας τοῦ Πνεύματος. Ἐκακώθησαν οἱ Αἰγύπτιοι καὶ μανέντες ἠρνοῦντο τὸν Θεόν· εἰσῆλθεν οὖν εἰς τὴν Αἴγυπτον καὶ γνώσεως Θεοῦ ψυχὰς θεοφιλεῖς ἐπλήρωσε, τῷ ποταμῷ δὲ παρέσχε μάρτυρας τρέφειν σταχύων εὐφορωτέρους.