ΛΟΓΟΣ Γ’. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κων/πόλεως τοῦ Χρυσοστόμου, Λόγος εἰς τὸ ΓΕΝΕΘΛΙΟΝ τοῦ ΚΥΡΙΟΥ καὶ ΘΕΟΥ καὶ ΣΩΤΗΡΟΣ ἡμῶν ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

ΜΥΣΤΗΡΙΟΝ ξένον καὶ παράδοξον βλέπω· ποιμένες μοῦ περιηχοῦσι τὰ ὦτα, οὐκ ἔρημον συρίζοντες μέλος, ἀλλ’ οὐράνιον ᾄδοντες ὕμνον. Ἄγγελοι ᾄδουσιν, Ἀρχάγγελοι μέλπουσιν, ὑμνεῖ τὰ Χερουβείμ, δοξολογεῖ τὰ Σεραφείμ, πάντες ἑορτάζουσι, Θεὸν ἐπὶ γῆς ὁρῶντες καὶ ἄνθρωπον ἐν οὐρανοῖς, τὸν ἄνω κάτω δι’ οἰκονομίαν καὶ τὸν κάτω ἄνω διὰ φιλανθρωπίαν. Σήμερον Βηθλεὲμ τὸν οὐρανὸν ἐμιμήσατο, ἀντὶ μὲν ἀστέρων Ἀγγέλους ὑμνοῦντας δεξαμένη, ἀντὶ δὲ ἡλίου τὸν τῆς δικαιοσύνης ἀπεριγράπτως χωρήσασα· καὶ μὴ ζήτει πῶς· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Ἠβουλήθη γάρ, ἠδυνήθη, κατῆλθεν, ἔσωσε, σύνδρομα τὰ πάντα τῷ Θεῷ. Σήμερον ὁ Ὢν τίκτεται καὶ ὁ Ὢν γίνεται ὅπερ οὐκ ἦν. Ὢν γὰρ Θεὸς γίνεται ἄνθρωπος, οὐκ ἐκστὰς τοῦ εἶναι Θεὸς (οὐδὲ γὰρ κατ’ ἔκστασιν Θεότητος γέγονεν ἄνθρωπος), οὐδὲ πάλιν κατὰ προκοπὴν ἐξ ἀνθρώπου γέγονε Θεός, ἀλλὰ Λόγος ὢν διὰ τὸ ἀπαθὲς σὰρξ ἐγένετο, ἀμεταβλήτου μενούσης τῆς φύσεως.

Ἀλλ’ ὅτε μὲν ἐτέχθη, Ἰουδαῖοι ἠρνοῦντο τὸν ξένον τόκον καὶ Φαρισαῖοι παρηρμήνευον τὰς θείας βίβλους, καὶ Γραμματεῖς ὑπεναντία τοῦ νόμου ἐλάλουν. Ἡρῴδης τὸν τεχθέντα ἐζήτει, οὐχ ἵνα αὐτὸν τιμήσῃ, ἀλλ’ ἵνα αὐτὸν ἀπολέσῃ. Σήμερον γὰρ πάντα ὑπεναντία εἶδον· «οὐκ ἐκρύβη γάρ, κατὰ τὸν Ψαλμῳδόν, ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν» (Ψαλμ. οζ’ 4). Βασιλεῖς μὲν γὰρ ἦλθον τὸν ἐπουράνιον Βασιλέα θαυμάζοντες, ὅτι πῶς ἐπὶ γῆς ἦλθεν οὐκ Ἀγγέλους ἔχων, οὐκ Ἀρχαγγέλους, οὐ θρόνους, οὐ κυριότητας, οὐ δυνάμεις, οὐκ ἐξουσίας, ἀλλὰ ξένην καὶ ἀτριβῆ βαδίσας ὁδόν, ἐξ ἀγεωργήτου προῆλθε γαστρός, οὔτε τοὺς Ἀγγέλους αὐτοῦ ἐρήμους τῆς ἐπιστασίας αὐτοῦ καταλιπών, οὔτε τῇ πρὸς ἡμᾶς ἐνανθρωπήσει τῆς οἰκίας Θεότητος ἐκστάς.

Ἀλλὰ βασιλεῖς μὲν τὸν ἐπουράνιον Βασιλέα τῆς δόξης ἦλθον προσκυνήσοντες, στρατιῶται δὲ τὸν Ἀρχιστράτηγον τῆς δυνάμεως θεραπεύσοντες· αἱ γυναῖκες τὸν ἐκ Γυναικὸς τεχθέντα, ἵνα τὰς λύπας τῆς γυναικὸς εἰς χαρὰν μεταβάλῃ· αἱ παρθένοι τὸ τῆς Παρθένου Παιδίον, ὅτι πῶς ὁ γάλακτος καὶ μαζῶν Δημιουργὸς τὰς πηγὰς μαζῶν αὐτόματα ρεῖθρα φέρεσθαι ποιῶν παρὰ Μητρὸς Παρθένου, Παιδίου τροφὴν ἔλαβε· τὰ νήπια τὸν Νήπιον γενόμενον, ἵνα «ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτίσῃ αἶνον» (Ψαλμ. η’ 3)·