ΛΟΓΟΣ Γ’. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κων/πόλεως τοῦ Χρυσοστόμου, Λόγος εἰς τὸ ΓΕΝΕΘΛΙΟΝ τοῦ ΚΥΡΙΟΥ καὶ ΘΕΟΥ καὶ ΣΩΤΗΡΟΣ ἡμῶν ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

Μὴ οὖν ἐγὼ ἤδειν τὴν κώμην ἢ τὸν τόπον; μὴ ἐγὼ τοῦ γεννωμένου τὴν ἀξίαν ἐγίνωσκον; οὐχ ὁ Ἡσαΐας ὡς Θεοῦ αὐτοῦ ἐμνημόνευσε; «Τέξεται, γάρ φησιν, Υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ» (Ἡσ. ζ’ 14). Οὐχ ὑμεῖς ἀγνώμονες ἐχθροὶ τὴν ἀλήθειαν εἰσηγήσασθε; οὐχ ὑμεῖς οἱ Γραμματεῖς καὶ Φαρισαῖοι, οἱ ἀκριβεῖς τοῦ νόμου φύλακες, πάντα τὰ κατ’ αὐτὸν ἡμᾶς ἐδιδάξατε; μὴ τὴν τῶν Ἑβραίων γλῶσσαν εἴδομεν; οὐχ ὑμεῖς τὰς Γραφὰς ἡρμηνεύσατε μετὰ τὸ τεκεῖν τὴν Παρθένον καὶ πρὸ τοῦ τεκεῖν, ἵνα μὴ δόξῃ πρὸς χάριν τοῦ Θεοῦ ἑρμηνεύεσθαι τὸ λεγόμενον; οὐχ ὑμεῖς ἐρωτώμενοι παρ’ Ἡρῴδου μάρτυρα παρηγάγετε Μιχαίαν τὸν Προφήτην, ἵνα ὑμῶν τὸν λόγον κυρώσητε; «Καὶ σύ, γάρ φησι, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραὴλ» (Μιχ. ε’ 2). Καλῶς εἶπεν ὁ Προφήτης, ἐκ σοῦ· ἐξ ὑμῶν γὰρ ἐξῆλθε, καὶ εἰς τὴν οἰκουμένην ἦλθεν. Ὁ γὰρ ὢν προέρχεται, ὁ δὲ μὴ ὤν, κτίζεται ἢ γίνεται· αὐτὸς δὲ καὶ ἦν καὶ προῆν, καὶ ἀεὶ ἦν. Ἀλλ’ ἦν μὲν ἀεὶ ὡς Θεὸς διέπων τὸν κόσμον, σήμερον δὲ προῆλθεν ὡς ἄνθρωπος μὲν τὸν λαὸν ποιμαίνων, ὡς Θεὸς δὲ τὴν οἰκουμένην διασῴζων. Ὤ πολεμίων χρηστῶν! ὤ κατηγόρων φιλανθρώπων! οἵ τὸν ἐν Βηθλεὲμ τεχθέντα λανθάνοντες Θεὸν ἔδειξαν, οἳ τὸν ἐν φάτνῃ κρυπτόμενον Δεσπότην ἐγνώρισαν, οἳ τὸν ἐν σπηλαίῳ καθήμενον ἐμήνυσαν ἄκοντες, καὶ εὐηργέτησαν μὴ θέλοντες, ἀπεκάλυψαν καλύψαι βουλόμενοι. Εἶδες ἀμαθεῖς διδασκάλους; ἃ διδάσκουσιν, οὐ γινώσκουσι, πεινῶντες τρέφουσι, διψῶντες ποτίζουσι, πενόμενοι πλουτίζουσι.

Δεῦτε οὖν ἑορτάσωμεν, δεῦτε πανηγυρίσωμεν· ξένος γὰρ, ὁ τῆς ἑορτῆς τρόπος, ἐπειδὴ καὶ παράδοξος ὁ τῆς γεννήσεως λόγος. Σήμερον γὰρ ὁ χρόνιος ἐλύθη δεσμός, ὁ διάβολος ᾐσχύνθη, οἱ δαίμονες ἐδραπέτευσαν, ὁ θάνατος ἐλύθη, ὁ Παράδεισος ἠνεῴχθη, ἡ κατάρα ἠφανίσθη, ἡ ἁμαρτία ἐκποδὼν γέγονεν, ἡ πλάνη ἀπηλάθη, ἡ ἀλήθεια ἐπανῆλθε, καὶ τῆς εὐσεβείας ὁ λόγος πανταχοῦ διεσπάρη καὶ ἔδραμεν· ἡ τῶν ἄνω πολιτεία ἐν τῇ γῇ ἐφυτεύθη· Ἄγγελοι μετὰ ἀνθρώπων κοινωνοῦσι καὶ ἄνθρωποι μετὰ Ἀγγέλων ἀδεῶς διαλέγονται· διατί; ἐπειδὴ Θεὸς ἐπὶ γῆς ἦλθε καὶ ἄνθρωπος ἐν οὐρανῷ. Πάντα ἀναμὶξ γέγονεν· ἦλθε γὰρ ἐπὶ τῆς γῆς ὅλος ὢν ἐν οὐρανοῖς, ὅλος δὲ ὢν ἐν οὐρανῷ, ὅλος ἐστὶν ἐπὶ τῆς γῆς. Θεὸς ὢν γέγονεν ἄνθρωπος, οὐκ ἀρνησάμενος τὸ εἶναι Θεός·