Ἐπὶ γὰρ Θεοῦ οὐ δεῖ τῇ φύσει τῶν πραγμάτων προσέχειν, ἀλλὰ τῇ δυνάμει τοῦ ἐνεργοῦντος πιστεύειν. Φύσεως γάρ ἐστιν νόμος, ὅταν γυνὴ προσομιλήσασα γάμοις τέκῃ· ὅταν δὲ Παρθένος ἀπειρόγαμος τεκοῦσα πάλιν Παρθένος φανείη, ὑπὲρ φύσιν τὸ πρᾶγμα. Τὸ οὖν κατὰ φύσιν ζητείσθω, τὸ δὲ ὑπὲρ φύσιν σιγῇ τιμάσθω, οὐχ ὡς φευκτόν, ἀλλ᾽ ὡς ἀπόρρητον καὶ σιωπῇ τιμᾶσθαι ἄξιον. Ἀλλ’ ἀπονείματέ μοι συγγνώμην, παρακαλῶ, ἐν προοιμίοις καταπαῦσαι τὸν λόγον βουλομένῳ· δειλὸς γὰρ ὢν πρὸς τὴν τῶν κρειττόνων ἔρευναν, πῶς ἢ ποῦ τρέψω τὸν λόγον τὰ πηδάλια οὐχ ἔχω. Τί γὰρ εἴπω ἢ τὶ λαλήσω; Τὴν τεκοῦσαν ὁρῶ, τὸν τεχθέντα βλέπω, τὸν δὲ τρόπον τῆς γεννήσεως οὐ συνορῶ· νικᾶται γὰρ φύσις, νικᾶται καὶ τάξεως ὅρος, ὅπου Θεὸς βούλεται. Οὐ γὰρ κατὰ φύσιν γέγονε τὸ πρᾶγμα, ἀλλ’ ὑπὲρ φύσιν τὸ θαῦμα. Ἤργησε, γὰρ ἡ φύσις, καὶ ἐνήργησε τοῦ Δεσπότου τὸ βούλημα. Ὤ χάριτος ἀφράστου! ὁ πρὸ αἰώνων Μονογενής, ὁ ἀναφὴς καὶ ἁπλοῦς καὶ ἀσώματος ὑπεισῆλθέ μου τὸ φθαρτὸν καὶ ὁρατὸν σῶμα· διατί; ἵνα βλεπόμενος διδάξῃ, διδάξας δὲ πρὸς τὸ μὴ βλεπόμενον χειραγωγήσῃ.
Ἐπειδὴ γὰρ οἱ ἄνθρωποι τὸν ὀφθαλμὸν τῆς ἀκοῆς πιστότερον ποιοῦσιν, ὃ δὲ μὴ βλέπουσιν ἀμφιβάλλουσι, διὰ τοῦτο ἠνείχετο καὶ ὀφθαλμοῖς τὴν ἑαυτοῦ θέαν διὰ τοῦ σώματος παρασχεῖν, ἵνα λύσῃ τὴν ἀμφισβήτησιν. Καὶ τίκτεται ἐκ Παρθένου ἀγνοούσης τὸ πρᾶγμα. Οὔτε γὰρ συνήργησε πρὸς τὸ γινόμενον, οὔτε συνεβάλλετο πρὸς τὸ πραττόμενον, ἀλλ’ ἦν ψιλὸν ὄργανον τῆς ἀπορρήτου αὐτοῦ δυνάμεως, μόνον εἰδυΐα, ὃ παρὰ τοῦ Γαβριὴλ ἐρομένη ἔμαθεν, ὅτι «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» (Λουκ. α’ 34). Καί φησι· τοῦτο βούλει μαθεῖν; «Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις, Ὑψίστου ἐπισκιάσει σοι» (αὐτ. 35). Καὶ πῶς ἦν μετ’ αὐτῆς, καὶ μικρὸν ὕστερον ἐξ αὐτῆς; Ὥσπερ τεχνίτης εὑρὼν ὕλην χρησιμωτάτην κάλλιστον ἀπεργάζεται σκεῦος, οὕτω καὶ ὁ Χριστός, εὑρὼν τῆς Παρθένου ἅγιον καὶ τὸ σῶμα καὶ τὴν ψυχήν, ἔμψυχον ἑαυτῷ κατεκόσμησε ναόν, ὃν ἐβουλήθη τρόπον πλάσας τὸν ἄνθρωπον ἐν τῇ Παρθένῳ καὶ ἐνδυσάμενος αὐτὸν σήμερον προῆλθεν οὐκ αἰδεσθεὶς τὸ δυσειδὲς τῆς φύσεως· οὐδὲ γὰρ ὕβριν ἔφερεν αὐτῷ φορέσαι τὸ ἴδιον ἔργον· καὶ τὸ πλάσμα δὲ μεγίστην ἐκαρποῦτο δόξαν, ἔνδυμα τοῦ τεχνίτου γενόμενον. Ὥσπερ γὰρ παρὰ τὴν πρώτην πλάσιν ἀδύνατον ἦν συνεστάναι τὸν ἄνθρωπον πρὶν ἢ τὸν πηλὸν εἰς τὰς χεῖρας αὐτοῦ ἐλθεῖν, οὕτω καὶ τὸ φθαρὲν σκεῦος ἀδύνατον μεταποιηθῆναι, εἰ μὴ γέγονεν ἔνδυμα τοῦ ποιήσαντος.