Λέγεται Βασίλισσα· ἄκουσον τὴν μαρτυρίαν ἐκ τοῦ Προφήτου Δαβίδ· «Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου». Λέγεται Πλησίον· ἄκουσον τοῦ ᾌσματος τῶν ᾈσμάτων· «Ὅλη καλὴ ἡ πλησίον μου, ὅλη καλή, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί ἀνάστα ἡ πλησίον μου, καὶ ἐλθὲ, πρός με». Λέγεται Νύμφη· ἡ αὐτὴ βίβλος μαρτυρεῖ· “Δεῦρο ἀπὸ Λιβάνου νύμφη». Λέγεται Ἀδελφή· ἡ αὐτὴ βίβλος μαρτυρεῖ· «Τί ἐκωλύθησαν οἱ ὀφθαλμοί σου ἀδελφή μου, νύμφη;». Λέγεται καὶ Κῆπος καὶ Πηγή· ἡ αὐτὴ Βίβλος τὸ μαρτυρεῖ καὶ αὐτὸ λέγουσα· «Κῆπος κεκλεισμένος, Πηγὴ ἐσφραγισμένη». Λέγεται Θυγάτηρ· ἄκουσον τοῦ Δαβίδ· «Ἄκουσον, θυγάτερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου»· καὶ τοῦ Σολομῶντος λέγοντος εἰς τὰς Παροιμίας· «Πολλαὶ θυγατέρες ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας». Λέγεται Μεμνηστευμένη· καὶ ἄκουε τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου· «Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη Ἄγγελος Γαβριὴλ ἀπὸ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρέτ, πρὸς Παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ». Λέγεται Νεφέλη· καὶ μαρτυρεῖ ὁ Προφήτης Ἠσαΐας· «Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον». Λέγεται Ὅρασις, ὡς τὸ μαρτυρεῖ ὁ Προφήτης Ἰεζεκιήλ· «Εἶδον ὅρασιν πυρός, καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ ὥς ὅρασις τόξου». Καὶ πάλιν ὁ αὐτός· «Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου». Λέγεται Ἤλεκτρον, ὁ αὐτὸς τὸ μαρτυρεῖ· «Καὶ εἶδον ὡς ὄψιν ἠλέκτρου ὅρασιν πυρός». Λέγεται Ἀλλοίωσις· τὸ μαρτυρεῖ ὁ Προφήτης Δαβὶδ λέγων. «Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου». Λέγεται Ἡμέρα καὶ Νύξ· ὁ αὐτὸς Προφήτης τὸ μαρτυρεῖ· «Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ρῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν».
Καὶ πάλιν ἀλλαχοῦ Οὐρανὸν τὴν ὀνομάζει ὁ Προφήτης Δαβίδ, λέγων· «Ἐξ οὐρανοῦ ἐπέβλεψεν ο Κύριος» καὶ «ὁ οὐρανὸς τοῦ νοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων». Τὴν λέγει καὶ Ἀνατολὴν καὶ ἄκουε αὐτοῦ· «Αἱ βασιλεῖαι τῆς γῆς ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, κατὰ ἀνατολάς». Τὴν ὀνομάζει καὶ Δύσιν, λέγων· «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐκ δυσμῶν». Λέγεται Ἥλιος, ὁ αὐτὸς Προφήτης τὸ μαρτυρεῖ καὶ αὐτό· «Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ». Λέγεται Πόλις· ὁ αὐτὸς Προφήτης Δαβὶδ τὸ μαρτυρεῖ· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ»· καὶ πάλιν· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ».