Ὁ Προφήτης Ἀββακοὺμ τὴν ὀνομάζει Θαιμάν, λέγων· «Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει». Λέγεται Ὄρος· ὁ αὐτὸς Προφήτης διαρρήδην μαρτυρεῖ· «Καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος»· καὶ ὁ Δανιὴλ πρὸς τὸν Ναβουχοδονόσορα· «Ἐθεώρεις, βασιλεῦ, ὅτι ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρός»· καὶ ὁ Δαβίδ· «Τὸ ὄρος ὃ ηὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ». Λέγεται Ἐλαία· ὁ Προφήτης Δαβὶδ μαρτυρεῖ ὡς ἐκ προσώπου τῆς Παναγίας, καὶ λέγει· «Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἤλπισα ἐπὶ τὸ ἔλεος αὐτοῦ». Κιβωτός, κατὰ τὴν μαρτυρίαν πάλιν τοῦ αὐτοῦ Προφήτου, τὴν λέγουσαν· «Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου». Λέγεται Θρόνος, καὶ ἄκουε τὴν μαρτυρίαν ἐκ στόματος τοῦ Προφήτου Ἠσαΐου· «Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου». Λέγεται Πύλη καὶ μαρτυρεῖ ὁ Προφήτης Ἰεζεκιήλ· «Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, οὐ μὴ διέλθῃ τις δι’ αὐτῆς».
Ἀλλοῦ πάλιν ἡ Θεοτόκος λέγεται Σιών, ὡς μαρτυρεῖ ὁ Προφήτης· «Ἥξει ἐκ Σιὼν ὁ ρυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ»· καὶ πάλιν ὁ Προφήτης Δαβίδ· «Ἐξελέξατο Κύριος τὴν Σιών, ἠρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ». Λέγεται Μήτηρ· ἄκουσον τοῦ Προφήτου Δαβὶδ μαρτυροῦντος· «Μήτηρ Σιὼν ἐρεῖ ἄνθρωπος»· Καὶ τοῦ Εὐαγγελίου· «Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με;». Λέγεται Φορεῖον, ἤτοι βαστακτήριον· καὶ ἄκουσον τοῦ ᾌσματος τῶν ᾈσμάτων· «Φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σολομὼν ἀπὸ ξύλου τοῦ Λιβάνου». Λέγεται Κλίνη· ἄκουσον τὴν μαρτυρίαν πάλιν ἐξ αὐτοῦ τοῦ βιβλίου· «Ἰδοὺ ἡ κλίνη Σολομών, ἑξήκοντα δυνατοὶ κύκλῳ ἀπὸ δυνατῶν Ἰσραήλ». Λέγεται Κεφαλή· καὶ μαρτυρεῖ ὁ Προφήτης Ἰεζεκιὴλ λέγων· «Καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρός με, καὶ ἐν αὐτῇ κεφαλή». Λέγεται Βιβλίον· ὁ Ἠσαΐας τὸ μαρτυρεῖ· «Καὶ ἔσται μετὰ τὰ ρήματα ταῦτα, ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου». Λέγεται Τόμος· ὁ Προφήτης Ἠσαΐας τὸ μαρτυρεῖ· «Καὶ εἶπε Κύριος πρός με· λάβε σαυτῷ τόμον καινόν». Λέγεται Λαβίς· ὁ αὐτὸς μαρτυρεῖ ἐμφαντορικώτατα· «Καὶ ἀπεστάλη πρός με ἓν τῶν Σεραφείμ, καὶ εἶχεν ἐν τῇ χειρὶ αὐτοῦ Λαβίδα, καὶ ἐν αὐτῇ ἄνθραξ». Λέγεται Παρθένος· ὁ αὐτὸς Προφήτης μαρτυρεῖ· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται Υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ». Λέγεται Προφῆτις, ὡς ὁ αὐτὸς μαρτυρεῖ· «Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν».