Φθάσωμεν τοῦ ναοῦ τὰ προπύλαια· συνδράμωμεν ταῖς προτρεχούσαις παρθένοις· εἰς αὐτὰ τὰ τῶν Ἁγίων συνεισέλθωμεν ἅγια· ἐκεῖ γὰρ τὰ σπάργανα μετὰ γέννησιν μετὰ μαζόν, μετὰ νηπίασιν, εἰς ἄνθος ὥραν ἡβώσῃ, παστάδος δίκην ἡτοίμασεν αὐτῇ ὁ Θεὸς τὸ θρεπτήριον, φυλάξας ἑαυτῷ τὸ σεβάσμιον. Διὰ τοῦτο παρθένοι χορεύουσιν αἱ πλησίον αὐτῆς, προοδοποιοῦσαι τὰ μέλλοντα· ἔνθα αἱ τῆς Σιὼν θυγατέρες ὡς βασιλίδος προτρέχουσαι, εἰς ὀσμὴν τῶν μύρων αὐτῆς προεξάρχουσιν· αὐτόθεν καὶ ὁ ναὸς οὗτος τὰς ἱερὰς ἀναπετάσας ἀνερρίπισε πύλας, ἵνα τὴν βασίλειον τοῦ παντὸς ὑποδέξηται δόξαν. Τότε δὴ τότε καὶ τὰ τῶν Ἁγίων ἠνεώγνυντο Ἅγια, τὴν Παναγίαν τοῦ Παναγίου Μητέρα εἴσω τῶν ἀδύτων ἐγκολπωσάμενα· τροφὴ δὲ ταύτῃ προσφέρεται πρόσφορος, καὶ τρέφει τέως ἀχειροδότως τὴν τρέφουσαν ὁ μετ’ ὀλίγον τῷ ταύτης τρεφόμενος γάλακτι· καὶ γίνεται τιθηνὸς τῆς Παρθένου τὸ Πνεῦμα τὸ Ἅγιον, μέχρις ἀναδείξεως αὐτῆς ἐν τῷ Ἰσραήλ. Ὅτε δὴ καὶ ὁ τῆς μνηστείας ἐπεφάνη καιρός, καὶ τὴν ἐκ Δαβὶδ ὁ τοῦ Δαβὶδ Ἰωσὴφ ἐμνηστεύσατο, καὶ τοῦ Γαβριὴλ τὴν φωνὴν ἀντὶ σπορᾶς ἐπεδείξατο· καὶ γέγονε κυοφόρος, οὐ πειραθεῖσα κοίτης καὶ γεγένηκεν Υἱόν, ὅν οὐκ ἔσπειρε πατήρ· καὶ μεμένηκεν ἁγνή, μὴ συληθεῖσα τὴν νηδύν, σῶα καὶ μετὰ τόκον φυλάξαντος αὐτῇ τοῦ τεχθέντος τῆς παρθενίας τὰ σήμαντρα. Οὗτός ἐστι Χριστὸς Ἰησοῦς ὁ Ναζωραῖος ὁ εἰς τὸν κόσμον ἐρχόμενος. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ ἡ αἰώνιος. Αὐτῷ ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.