Λόγος Α’. Εἰς τὴν ΓΕΝΝΗΣΙΝ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνδρέου Ἀρχιεπισκόπου Κρήτης τοῦ Ἱεροσολυμίτου.

ᾯ δὴ τρόπῳ καὶ Θεοτόκος εἰκότως κηρύττεται, καὶ παρθενία σεμνύνεται, καὶ γέννησις προσκυνεῖται, καὶ Θεὸς ἀνθρώποις ἑνούμενος εἶτα σαρκὶ φανερούμενος, τῆς οἰκείας δόξης χαρακτηρίζεται τὸ ἀξίωμα· τῆς γέ τοι πρώτης ἐκείνης ἀρᾶς, εὐθὺς ἡ γυναικεία φύσις τὴν διόρθωσιν δέχεται, ὥσπερ ἐνήρξατο τῆς ἁμαρτίας, ἀπαρξαμένη τῆς σωτηρίας.

Ἧκε τοίνυν ἡμῖν ὁ λόγος ἐπ’ αὐτὸ τὸ κεφάλαιον· κἀντεῦθεν ἐγὼ σήμερον πανηγυριστὴς καὶ λαμπρὸς ἑστιάτωρ τῆς ἱερᾶς ταύτης πανδαισίας ὑμῖν προελήλυθα, τὴν εὐφρασίαν κοινὴν προτιθέμενος. Βουληθεὶς γάρ, ὡς ἔφην, τοῦ γένους ὁ Λυτρωτὴς νέαν ἀντεπιδείξασθαι τῆς προτέρας γέννησιν καὶ ἀνάπλασιν, ὥσπερ ἐκεῖ πρότερον ἐκ παρθενικῆς καὶ ἀνεπάφου γῆς πηλὸν ἀνελόμενος τὸν πρῶτον Ἀδὰμ ἐπλαστούργησεν, οὕτω καὶ νῦν ἐνταῦθα τὴν οἰκείαν σάρκωσιν αὐτουργῶν, ἀντ’ ἄλλης, ὡς ἂν εἴποιμεν, γῆς, τὴν καθαράν τε καὶ ὑπεράμωμον ταύτην Παρθένον, τῆς ὅλης φύσεως ἐκλεξάμενος, τὸ καθ’ ἡμᾶς ἐξ ἡμῶν ἐν αὐτῇ καινοποιήσας, νέος Ἀδὰμ ἐχρημάτισεν, ἵνα τὸν παλαιὸν ὁ πρόσφατος ὑπέρχρονος ἀνασώσηται. Ἀλλὰ τίς οὖσα (ἡ Παρθένος) καὶ τίνων ἔφυ γονέων, λέγομεν ἐπιτροχάδην τὴν ἱστορίαν ἐπιδραμόντες εἰς δύναμιν.

Αὕτη τοίνυν τὸ πάντων αὐχημάτων ἐξαίρετον αὔχημα, θυγάτηρ μὲν ἔφυ τοῦ Δαβίδ, σπέρμα δὲ τοῦ Ἰωακείμ· ἀπόγονος μὲν τῆς Εὔας, γέννημα δὲ τῆς Ἄννης· Ἰωακεὶμ γὰρ ἀνὴρ πρᾷος, ἐπιεικὴς καὶ νόμοις ἐντεθραμμένος Θεοῦ, σωφρόνως μὲν βιούς, Θεῷ δὲ προσκαρτερῶν· οὕτω δὲ διατελῶν, ἄπαις κατεγήρα τὸν βίον, ἀκμαζούσης τῆς φύσεως, ἀλλ’ οὐκ ἐχούσης τοῦ γένους ἀντίδωρον. Ἄννα, καὶ αὐτὴ φιλόθεος σώφρων μέν, ἀλλὰ στεῖρα φίλανδρος, ἀλλ’ ἄτεκνος, καὶ μηδὲν ἔτι πλὴν τὸν νόμον Κυρίου ἐμμελέτημα φέρουσα. Αὕτη τῆς στειρώσεως περινυττομένη τοῖς κέντροις ὁσημέραι, καὶ οἷα πάσχειν τὰς ἀτεκνούσας εἰκός, ἐδυσφόρει, ἠνιᾶτο καὶ ἤσχαλλε, τὴν ἀπαιδίαν οὐ φέρουσα. Οὕτω δὲ τῇ λύπῃ κατεχόμενοι Ἰωακεὶμ καὶ ἡ σύνοικος, ὅτι μὴ παῖς ὑπῆρχεν ἐκείνοις τοῦ γένους ἐπίκληρος, τέως μὲν τῆς ἐλπίδος αὐτοῖς οὐκ ἐσβέσθη τελείως ἡ θρυαλλίς, εὐχὴ δὲ ἦν ἀμφοτέρωθεν, παρασχεθῆναι αὐτοῖς τέκνον, εἰς ἀνάστασιν σπέρματος. Καὶ δὴ τὴν ἐξάκουστον Ἄνναν [1], παραζηλοῦντες ἑκάτεροι, τῷ ἱερῷ προσανεῖχον, λιταῖς δὲ τὸν Θεὸν ἐξεμείλισσον, δοῦναι λύσιν τῇ ἀτεκνίᾳ καὶ κάρπον τῇ στειρώσει· οἳ οὐ πρότερον ἀνῆκαν, πρὶν τοῦ ποθουμένου τύχωσι καὶ δὴ καὶ τετυχήκασιν οὐ γὰρ μεθῆκε τῆς ἐλπίδος τὸ δῶρον ὁ τοῦ δώρου Δοτήρ.


Ὑποσημειώσεις

[1] Ἐνταῦθα ὁ ἱερὸς συγγραφεὺς ἐννοεῖ τὴν Προφήτιδα Ἄνναν τὴν μητέρα τοῦ Προφήτου Σαμουήλ, ἥτις στεῖρα οὖσα πρότερον προσηυχήθη εἰς τὸν Κύριον καὶ ἀπέκτησε τὸν Σαμουὴλ καὶ ἕτερα ἓξ ἀκόμη τέκνα. Αὕτη ἑορτάζεται τὴν θʹ (9ην) Δεκεμβρίου (βλέπε ἐν τόμῳ ΙΒʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»).