Λόγος Α’. Εἰς τὴν ΓΕΝΝΗΣΙΝ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνδρέου Ἀρχιεπισκόπου Κρήτης τοῦ Ἱεροσολυμίτου.

Οὕτω γὰρ ποτνιωμένοις καὶ λιπαροῦσι τὸ θεῖον, ἐπέστη θᾷττον αὐτοῖς ἡ οὐ βραδύνουσα δύναμις· καὶ τὸν μὲν εἰς καρπογονίαν, τὴν δὲ εἰς παιδοποιΐαν ἐνεύρωσε· καὶ τοὺς ἐξηραμμένους τέως τῶν γεννητικῶν ὀργάνων πόρους ἰκμάσι σπερμογονίας ἐπιτονίσας, ἐξ ἀγόνων γονίμους εἰργάσατο. Καὶ δὴ λοιπὸν ἐξ ἀκάρπων τε καὶ ξηρῶν ὡς ἐνύδρων ξύλων, καρπὸς εὐκλεής, ἡ Πανάγιος αὕτη Παρθένος ἡμῖν ἐξεβλάστησε. Καὶ ἐλέλυτο δὴ τὰ δεσμὰ τῆς στειρώσεως, καὶ γόνιμος ἡ εὐχὴ παρ’ ἐλπίδα ἐδείκνυτο, καὶ παιδοτόκος ἡ ἄγονος, καὶ καλλίπαις ἡ ἄτεκνος.

Ἐπεὶ δὲ προῆλθεν ἐκ τῆς ἀγόνου μήτρας ἡ ἐκ μήτρας τὸν στάχυν τῆς ἀφθαρσίας ἐκφύσασα, τῷ Ναῷ ταύτην τῆς ἡλικίας τὸ πρῶτον ἄγουσαν ἄνθος, οἱ τεκόντες προσαγαγόντες ἀνέθεσαν. Ἧς, ὁ τὴν ἐφημερίαν τότε τῆς ἱερατείας ἐπιτελῶν ἱερεύς, τὰς παρθενικὰς ὡς εἶδε χορείας ἐπίπροσθεν προπορευομένας τε καὶ συνεπομένας, ἥσθη τε καὶ λίαν ἐγεγήθει, ὡς τῶν ἐλπίδων ἤδη τὰς θείας ἐναργεῖς ἐκβάσεις τεθεαμένος, καὶ οἷόν τι σεπτὸν καλλιέρημα, τὸ θεῖον ἀνάθημα τῷ Θεῷ καθιέρωσεν, εἰς αὐτὰ τὰ τῶν Ἁγίων ἄδυτα τοῦτο τὸ μέγα τῆς σωτηρίας θησαύρισμα καταθέμενος· ἐν οἷς τὴν παῖδα λόγος οἱονεὶ θαλάμοις νυμφικοῖς ἐμβατεύουσαν, σιτεῖσθαι τροφήν, μέχρις ὁ τῆς μνηστείας ἐπέστη καιρός, ὃς πρὸ παντὸς αἰῶνος διώριστο αὐτῷ τε τῷ ἐξ αὐτῆς φύντι δι’ εὐπλαγχνίαν ἄρρητον, καὶ τῷ πρὸ πάσης κτίσεως καὶ χρόνου καὶ διαστήματος θεϊκῶς αὐτὸν φύσαντι, καὶ τῷ συμφυεῖ καὶ συνθρόνῳ καὶ προσκυνητῷ αὐτοῦ Πνεύματι· ὧν ὡς μία θεότης, οὕτω καὶ φύσις καὶ βασιλεία, μὴ μεριζομένη, μηδὲ ἀπαλλοτριουμένη, μηδέ τινί του πρὸς ἑαυτὴν διαλλάττουσα, πλὴν τῇ τῶν θεαρχικῶν ὑποστάσεων ἰδιότητι.

Διὰ τοῦτο χορεύων πανηγυρίζω καὶ σπένδομαι, καὶ τῇ Μητρὶ τοῦ Λόγου προσάγω δῶρον ἑόρτιον, ὅτι μοι τῆς εἰς Τριάδος πίστεως τὸ κεφάλαιον ὁ ταύτης τόκος ἐγνώρισε τοῦ γὰρ ἀνάρχου Λόγου καὶ Υἱοῦ τὴν οἰκείαν σάρκωσιν αὐτουργοῦντος, καὶ ὁ γεννήσας Πατὴρ συνευδοκῶν φαίνεται, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον προπηδῶν τε καὶ τὴν νηδὺν ἁγιάζον τῆς συλλαβούσης τὸν ἀκατάληπτον. Ἀλλ’ ὥρα νῦν τὸν Δαβὶδ ἐρωτῆσαι, τί πρὸς αὐτὸν ἐκεῖνον ὁ τῶν ὅλων διομνὺς ἔφησε Θεός. Ἄγε δὴ οὖν, ὑμνογράφε, ἴθι Προφῆτα· τεῖνόν σου τὴν κινύραν· κίνει τὰ κρούσματα· λέγε τρανῶς: Τί σοι ὤμοσε Κύριος; Τί μοι ὤμοσεν;


Ὑποσημειώσεις

[1] Ἐνταῦθα ὁ ἱερὸς συγγραφεὺς ἐννοεῖ τὴν Προφήτιδα Ἄνναν τὴν μητέρα τοῦ Προφήτου Σαμουήλ, ἥτις στεῖρα οὖσα πρότερον προσηυχήθη εἰς τὸν Κύριον καὶ ἀπέκτησε τὸν Σαμουὴλ καὶ ἕτερα ἓξ ἀκόμη τέκνα. Αὕτη ἑορτάζεται τὴν θʹ (9ην) Δεκεμβρίου (βλέπε ἐν τόμῳ ΙΒʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»).