Λόγος Α’. Εἰς τὴν ΓΕΝΝΗΣΙΝ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνδρέου Ἀρχιεπισκόπου Κρήτης τοῦ Ἱεροσολυμίτου.

Ἐκ τοῦ ὑπ’ ἀριθ. 52 χειρογράφου Μεγίστης Λαύρας.

ΕΙΚΟΝΑ
Ψη­φι­δω­τὸν Ἱ. Μο­νῆς Δα­φνί­ου Ἀ­θη­νῶν.
Ἔρ­γον Ι­Αʹ αἰ­ῶ­νος.

ΑΡΧΗ μὲν ἑορτῶν ἡ παροῦσα πανήγυρις, πρώτη δὲ μετὰ τὸν νόμον καὶ τὰς σκιάς, καὶ μέντοι καὶ πρὸς τὴν χάριν καὶ τὴν ἀλήθειαν εἴσοδος· ἔστι δὲ ἡ αὐτὴ καὶ πρώτη καὶ μέση καὶ τελευταία. Ἀρχὴν μὲν ἔχουσα τὴν τοῦ νόμου περαίωσιν, μεσότητα δὲ τὴν πρὸς τὰ ἄκρα συνάφειαν, τέλος δὲ τὴν τῆς ἀληθείας φανέρωσιν· τέλος γὰρ Νόμου Χριστός, οὐ μᾶλλον ἡμᾶς ἀπάγων τοῦ γράμματος, ὅσον ἐπανάγων ἐπὶ τὸ πνεῦμα· τοῦτο γὰρ ἡ τελείωσις, καθ’ ἥν αὐτὸς ὁ τοῦ Νόμου δοτὴρ ἅπαντα συμπεράνας, ἐπὶ τὸ πνεῦμα τὸ γράμμα μετήνεγκεν, ἀνακεφαλαιώσας εἰς ἑαυτὸν τὰ πάντα, καὶ διαιτήσας Νόμῳ καὶ Χάριτι καὶ τὸν μὲν ὑποζεύξας, τὴν δὲ συνάψας ἐναρμονίως· οὐ φύρας τὰ θατέρου πρὸς θάτερον ἴδια, μετοχετεύσας δὲ καὶ λίαν θεοπρεπῶς ἐπὶ τὸ κοῦφον τε καὶ ἐλευθέριον, ὅσον δυσαχθές τε καὶ δοῦλον καὶ ὑποχείριον, «ἵνα μηκέτι ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ὦμεν δεδουλωμένοι», καθώς φησιν ὁ Ἀπόστολος, μηδὲ ζυγῷ δουλείας τοῦ νομικοῦ γράμματος ἐνεχώμεθα· τοῦτο γὰρ τὸ περὶ ἡμᾶς εὐεργετημάτων Χριστοῦ τὸ κεφάλαιον. Τοῦτο ἡ τοῦ μυστηρίου φανέρωσις· τοῦτο ἡ κενωθεῖσα φύσις, Θεὸς καὶ ἄνθρωπος, καὶ ἡ τοῦ προσχήματος θέωσις.

Ἀλλὰ τῆς οὕτω λαμπρᾶς καὶ περιφανεστάτης Θεοῦ πρὸς ἀνθρώπους ἐπιδημίας ἔδει τι πάντως εἶναι καὶ χαρᾶς ἐπεισόδιον, δι’ οὗ τὸ μέγα τῆς σωτηρίας εἰς ἡμᾶς πρόεισι δῶρον· τὸ δέ ἐστιν ἡ παροῦσα πανήγυρις, προοίμιον ἔχουσα τῆς Θεοτόκου τὴν Γέννησιν· συμπέρασμα δέ, τῆς τοῦ λόγου πρὸς τὴν σάρκα συμπήξεως τὴν ἀπότεξιν, καθ’ ἣν τὸ καινότατον ἁπάντων ἐν θαύμασιν ἄκουσμα, διὰ παντὸς ἐκλαλούμενον, δύσληπτον μένει καὶ δυσθεώρητον, ὅσῳ κρύπτεται φανερούμενον, καὶ ὅσῳ φανεροῦται κρυπτόμενον. Ἐντεῦθεν ἄρα τῆς παρθενίας τὸ φῶς ὑπὲρ κεφαλῆς φέρουσα, καὶ οἷον ἐξ ἀκηράτων ἀνθέων τῶν πνευματικῶν τῆς Γραφῆς λειμώνων ἐρανιζομένη τὸν στέφανον ἡ θεοχαρίτωτος αὕτη καὶ πρώτη τῶν ἑορτῶν ἡμέρα, κοινὴν τῇ κτίσει τὴν εὐφροσύνη προτίθεται· θαρσεῖτε λέγουσα, Γενέθλιος ἡ πανήγυρις, καὶ τοῦ γένους ἀνάπλασις· Παρθένος γὰρ ἄρτι γεννᾶται καὶ τιθηνεῖται καὶ πλάττεται, καὶ Θεῷ τῷ Παμβασιλεῖ τῶν αἰώνων ἀπειρογάμως ἑτοιμάζεται Μήτηρ καὶ τοῦτο ἡμῖν ἡ ἐκ Δαβὶδ σὺν Δαβὶδ τὸ πνευματικὸν συγκεκρότηκε θέατρον· ἡ μὲν ὡς Θεομήτωρ, τὴν ἑαυτῆς προθεῖσα θεόσδοτον Γέννησιν· ὁ δὲ τοῦ γένους τὴν εὐκλησίαν παραδεικνύς, καὶ τὴν τοῦ Θεοῦ πρὸς ἀνθρώπους καινοπρεπεστάτην συγγένειαν. Βαβαὶ τοῦ θαύματος! ἡ μὲν μεσιτεύει θεότητα ὕψει καὶ σαρκὸς ταπεινότητι, καὶ γίνεται Μήτηρ τοῦ πλάσαντος ὑπὲρ ὅλου τοῦ πλάσματος· ὁ δὲ προφητεύει τὸ μέλλον ὡς ἤδη παρόν, καὶ ὅρκῳ λαμβάνει παρὰ Θεοῦ τὴν εὐκλεᾶ τοῦ γένους ἐξ ὀσφύος διαμονὴν καὶ συντήρησιν.


Ὑποσημειώσεις

[1] Ἐνταῦθα ὁ ἱερὸς συγγραφεὺς ἐννοεῖ τὴν Προφήτιδα Ἄνναν τὴν μητέρα τοῦ Προφήτου Σαμουήλ, ἥτις στεῖρα οὖσα πρότερον προσηυχήθη εἰς τὸν Κύριον καὶ ἀπέκτησε τὸν Σαμουὴλ καὶ ἕτερα ἓξ ἀκόμη τέκνα. Αὕτη ἑορτάζεται τὴν θʹ (9ην) Δεκεμβρίου (βλέπε ἐν τόμῳ ΙΒʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»).