Γυναῖκες κροτείτωσαν· γυνὴ γὰρ ἡ πάλαι τῆς ἁμαρτίας τὴν ἀφορμὴν σχεδιάσασα, τῆς σωτηρίας ἄρτι τὴν ἀπαρχὴν εἰσκεκόμικε· καὶ ἡ πάλαι κατάκριτος, ἐδείχθη θεόκριτος, Μήτηρ ἄνανδρος ἐκλελεγμένη τοῦ Πλάσαντος, καὶ τοῦ γένους ἀνόρθωσις. Πᾶσα τοίνυν ἡ κτίσις ὑμνείτω καὶ χορευέτω, καὶ συνεισφερέτω τι τῆς ἡμέρας ἐπάξιον. Γενέσθω μία κοινὴ σήμερον οὐρανίων καὶ ἐπιγείων πανήγυρις, καὶ συνεορταζέτω πᾶν ὅσον ἐγκόσμιόν τε καὶ ὑπερκόσμιον σύγκριμα. Σήμερον γὰρ τοῦ πάντων Κτίστου τὸ κτιστὸν ᾠκοδόμηται τέμενος, καὶ τὸ κτίσμα τῷ Κτίστῃ θεῖον ἐναύλισμα θεοπρεπῶς ἑτοιμάζεται.
Σήμερον ἡ πρὶν ἀπογεωθεῖσα φύσις ἀρχὴν, λαμβάνει θεώσεως, καὶ πρὸς δόξαν ὁ χοῦς τὴν ἀνωτάτω μετάρσιος ἀνατρέχειν ἐπείγεται. Σήμερον ἐξ ἡμῶν ἀνθ’ ἡμῶν ἀπαρχὴν ὁ Ἀδὰμ τῷ Θεῷ προσφέρων τὴν Μαρίαν ἀπάρχεται, καὶ τοῦ ὅλου φυράματος ἡ ζύμη προφυραθεῖσα, δι’ αὐτῆς ἀρτοποιεῖται πρὸς τὴν τοῦ γένους ἀνάπλασιν. Σήμερον ὁ μέγας κόλπος τῆς παρθενίας ἀνακαλύπτεται, καὶ τὸν ἄσπιλον μαργαρίτην τῆς ἀληθοῦς ἀφθορίας ἡ Ἐκκλησία νυμφικῶς περιτίθεται. Σήμερον ἡ καθαρὰ τῶν ἀνθρώπων εὐγένεια τῆς πρώτης θεοπλαστίας ἀπολαμβάνει τὸ χάρισμα, καὶ πρὸς ἑαυτὴν ἀντεπάνεισι· καὶ ἣν ἀπημαύρωσε τοῦ κάλλους εὐπρέπειαν ἡ τῆς κακίας δυσγένεια, ταύτην ἡ φύσις τεχθείσῃ τῇ Μητρὶ τοῦ ὡραίου προσάγουσα, πλάσιν ἀρίστην καὶ θεοπρεπεστάτην εἰσδέχεται μόρφωσιν· καὶ γίνεται κυρίως ἡ πλάσις ἀνάκλησις, καὶ ἡ ἀνάκλησις θέωσις, ἡ δὲ πρὸς τὸ ἀρχέτυπον ὁμοίωσις. Σήμερον ἡ στεῖρα Μήτηρ παρ’ ἐλπίδα εὑρίσκεται, καὶ τόκου μήτηρ ἀπάτορος ἐξ ἀγόνων λαγόνων βλαστάνουσα, τὰς γονὰς ἁγιάζει τῆς φύσεως. Σήμερον ἡ εὐπρεπὴς τῆς θείας ἁλουργίδος κατεχρώσθη βαφή, καὶ τὴν βασιλικὴν ἀξίαν ἡ πενιχρὰ τῶν ἀνθρώπων ἀμφιέννυται φύσις. Σήμερον ἡ Δαβιτικὴ προφητικῶς ἐξεβλάστησεν ὄρπηξ, ράβδος Ἀαρὼν ἀειθαλὴς χρηματίσασα, καὶ ράβδον δυνάμεως ἡμῖν τὸν Χριστὸν ἐξανθήσασα.
Σήμερον ἐξ Ἰούδα καὶ Δαβὶδ Παρθένος Κόρη προέρχεται, βασιλείας καὶ ἱερατείας ὑπογράφουσα πρόσωπον, τοῦ κατὰ τὴν τάξιν Μελχισεδὲκ χρηματίσαντος, ἀλλ’ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν ἱερατεύσαντος. Σήμερον τὸ μυστικὸν τῆς θείας ἱερατείας ὕφασμα ἡ χάρις λευκάνασα, λευϊτικῷ τυπικῶς προεξύφανε σπέρματι, καὶ τὴν βασίλειον ἁλουργίδα βάψας, δαβιτικῷ Θεὸς ἐπορφύρωσεν αἵματι.