Λόγος Α’. Εἰς τὴν ΓΕΝΝΗΣΙΝ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνδρέου Ἀρχιεπισκόπου Κρήτης τοῦ Ἱεροσολυμίτου.

Πανηγυριστέον οὖν εἰκότως τὸ τῆς ἡμέρας μυστήριον, καὶ δωροφορητέον τῇ τοῦ Λόγου Μητρί, τοὺς λόγους αὐτούς· ὅτι μὴ φίλον αὐτῇ τῶν ἄλλων οὐδέν, πλὴν λόγου καὶ τῆς ἐκ τῶν λόγων τιμῆς. Ἐπεὶ καὶ διπλοῦν ἐντεῦθεν ἡμῖν προσέσται ποιουμένοις τὸ κέρδος· τὸ μὲν τοι πρὸς ἀλήθειαν ἡμᾶς ἐπανάγον, τὸ δέ τοι τῆς νομικῆς ἐν γράμματι δουλείας καὶ πολιτείας ἀπάγον. Πῶς καὶ τίνα τρόπον; ὑποχωρούσης δηλαδὴ τῆς σκιᾶς τῇ τοῦ φωτὸς παρουσίᾳ, καὶ τὴν ἐλευθερίαν τοῦ γράμματος ἀντεισφερούσης τῆς χάριτος, ὧν ἡ παροῦσα πανήγυρις μεθόριος ἵσταται· τὴν ἀλήθειαν τῶν τυπικῶν συμβόλων ἀντιπαραζευγνῦσα, καὶ τὰ νέα τῶν παλαιῶν ἀντεισφέρουσα. Τοῦτο καὶ ὁ Παῦλος, ἡ θεία τοῦ Πνεύματος σάλπιγξ, ἀνέκραζε λέγων: «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, ἀνακαινίζεσθαι τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά». Ἐπειδὴ γὰρ μηδὲν ἐτελείωσεν ὁ Νόμος, ἐπεισαγωγῇ δὲ κρείττονος ἐλπίδος δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ τῆς χάριτος ἐξεφάνθη τρανῶς ἡ ἀλήθεια, αὐτὸς ἑαυτὸν καθεὶς ὁ τοῦ Νόμου δοτὴρ ἀφράστως εἰς κένωσιν οἰκονομικῶς ἄνθρωπος προελήλυθεν, ἵνα πληρώσῃ τὸ λεῖπον, καὶ ἀντιδῷ τῶν χειρόνων τὰ κρείττω καὶ τελεώτερα· ὃ δὴ καὶ ὁ ὑψηλὸς βούλητ’ ἂν Ἰωάννης, ἡ Θεολόγος τοῦ Λόγου βροντὴ διασημαίνει σαφέστατα «ἐκ τοῦ πληρώματος αὐτοῦ, λέγων, ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος». Αὐτοῦ γὰρ κενωθέντος, εἶτα καὶ μορφωθέντος ὑπερφυῶς ἐξ ἡμῶν τὸ ἡμέτερον, ἡμεῖς τὸ πλῆρες ἐλάβομεν, καὶ τὴν ἀντιδοθεῖσαν τοῦ ληφθέντος φυράματος κατεπλουτίσθημεν θέωσιν.

Οὐκοῦν ἀγαλλιάσθω τὰ σύμπαντα σήμερον, καὶ ἡ φύσις σκιρτάτω· εὐφραινέσθω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ρανάτωσαν δικαιοσύνην· σταλαξάτω τὰ ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ ἀγαλλίασιν· ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, ἐγείρας κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαβὶδ τοῦ παιδὸς αὐτοῦ, τὴν ὑπεράμωμον ταύτην Παρθένον καὶ ἄνανδρον, ἐξ ἦς ὁ Χριστός, ἡ σωτηρία τῶν Ἐθνῶν καὶ ἡ προσδοκία. Χορευέτω δὴ τοίνυν πᾶσα νῦν εὐγνώμων ψυχή, καὶ συγκαλείτω τὴν κτίσιν ἡ φύσις πρὸς καινισμὸν ἑαυτῆς καὶ ἀνάπλασιν. Στεῖραι συντόνως τρεχέτωσαν· ἡ γὰρ ἄπαις καὶ στεῖρα, τὴν θεόπαιδα Παρθένον ἐπαιδοποίησε. Παρθένοι χαιρέτωσαν· τὴν γὰρ ἄσπορον γῆν, ἧς ὁ καρπὸς ἀγεώργητος, ἡ ἄκαρπος ἐξεβλάστησεν ἄρουρα. Μητέρες σκιρτάτωσαν ἡ γὰρ ἄγονος μήτηρ, τὴν ἄφθορον Μητέρα καὶ Παρθένον ἀπέτεκε.


Ὑποσημειώσεις

[1] Ἐνταῦθα ὁ ἱερὸς συγγραφεὺς ἐννοεῖ τὴν Προφήτιδα Ἄνναν τὴν μητέρα τοῦ Προφήτου Σαμουήλ, ἥτις στεῖρα οὖσα πρότερον προσηυχήθη εἰς τὸν Κύριον καὶ ἀπέκτησε τὸν Σαμουὴλ καὶ ἕτερα ἓξ ἀκόμη τέκνα. Αὕτη ἑορτάζεται τὴν θʹ (9ην) Δεκεμβρίου (βλέπε ἐν τόμῳ ΙΒʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»).