Λόγος Α’. Εἰς τὴν ΓΕΝΝΗΣΙΝ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνδρέου Ἀρχιεπισκόπου Κρήτης τοῦ Ἱεροσολυμίτου.

Καὶ συνελόντα φᾶναι: Σήμερον ἡ τῆς φύσεως ἡμῶν ἀναμόρφωσις ἄρχεται, καὶ ὁ γηράσας κόσμος θεοειδεστάτην λαμβάνων στοιχείωσιν, δευτέρας θεοπλαστίας προοίμια δέχεται. Ἐπειδὴ γὰρ ἡ πρώτη τῶν ἀνθρώπων διάπλασις ἐκ καθαρᾶς γῆς καὶ ἀσπίλου δεδημιούργηται, ἠφάνισε δὲ τὸ προσφυὲς ἡ φύσις ἀξίωμα, συληθεῖσα τὴν χάριν τῷ τῆς παρακοῆς ὀλισθήματι, δι’ ἧς ἐξερρίφθημεν τοῦ ζωηροῦ χωρίου καὶ τῆς ἐν Παραδείσῳ τρυφῆς, ἡ φύσις τὴν ἐπίκηρον ζωὴν ἀντηλλάξατο κλῆρον ὥσπέρ τινα πατρῷον εἰς ἡμᾶς καταντήσασαν, ἐξ ἧς ὁ θάνατος καὶ ἡ ἐντεῦθεν τοῦ γένους καταφθορά. Εἶτα εἰς τὴν κάτω χώραν τῆς ἄνω πάντων ἀνθελκομένων πᾶσα μὲν ἀφήρητο σωτηρίας ἐλπίς· ἐδεῖτο δὲ βοηθείας ἡ φύσις τῆς ἀνωτάτω, νόμος δὲ ἦν οὐδεὶς πρὸς ἰατρείαν τοῦ ἀρρωστήματος, οὐχ ὁ ἔμφυτος, οὐχ ὁ ἐν γράμματι κείμενος, οὐχ ὁ τῶν Προφητῶν πυρίπνους καὶ διαλλακτήριος λόγος, οὐχ ὅσα τὴν ἀνθρωπίνην οἶδεν ἐπανορθοῦν φύσιν, καὶ οἷς ἄν τάχα ρᾳδίως ἀνεκομίσθη πρὸς τὴν προτέραν εὐγένειαν· ηὐδόκησεν ἄρτι τότε ὁ τῶν ὅλων ἀριστοτέχνης Θεός, οἷόν τινα παναρμόνιον καὶ νεοπαγῆ κόσμον ἄλλον ἀρτιτελῶς ἐπιδείξασθαι καὶ τὴν ἐγκατασκήψασαν πάλαι τῆς ἁμαρτίας ἐπιφοράν, δι’ ἧς ὁ θάνατος, ἀναχαιτίσαι τέως, εἶθ’ οὕτω ξένην τινὰ καὶ ἀδούλωτον καὶ ὄντως ἀπαθεστάτην ἡμῖν παραδεῖξαι ζωὴν τοῖς ἀναγεννωμένοις δήποθεν τῷ τῆς θεογενεσίας βαπτίσματι.

Πῶς οὖν ἔδει ταύτην εἰς ἡμᾶς προελθεῖν τὴν εὐεργεσίαν μεγάλην τε οὖσαν καὶ παραδοξοτάτην καὶ νόμοις θείοις ἐμπρέπουσαν; ἢ οὐχὶ Θεοῦ διὰ σαρκὸς ἡμῖν ἐπιφανέντος καὶ νόμοις φύσεως εἴκοντος, καὶ τοῖς καθ’ ἡμᾶς, οἷς οἶδε λόγοις, ἐμπολιτεύεσθαι καινοπρεπῶς ἐπινεύοντος; Τοῦτο δὲ τίνα τρόπον εἰς πέρας ἄγοιτο ἢ ἐκ Παρθένου καθαρᾶς καὶ ἀνεπάφου διακονουμένης τῷ μυστηρίῳ πρότερον, εἶτα κυοφορούσης τὸν ὑπερούσιον νόμῳ τοὺς νόμους ὑπερνικῶντι τῆς φύσεως; Αὕτη δὲ τίς ἂν νοεῖτο, πλὴν μόνης ἐκείνης τῆς πρὸ πασῶν γενῶν ἐκλελεγμένης τῷ Παγγενέτῃ τῆς κτίσεως; Αὕτη ἐστὶν ἡ Θεοτόκος Μαρία τὸ θεόκλητον ὄνομα, ἧς ἐκ νηδύος μετὰ σαρκὸς ὁ ὑπέρθεος προελήλυθεν, ἣν Αὐτὸς ἑαυτῷ ναοποιήσας ὑπερουσίως ἐπήξατο· ὅτι μὴ διέφθειρε τὴν νηδὺν ἡ τεκοῦσα, μηδὲ σπορᾶς τὸ τεχθὲν ἐδέδεκτο· Θεὸς γὰρ ἦν, εἰ καὶ σαρκικῶς γεννηθῆναι προείλετο, λοχείας ἄνευ καὶ ὠδίνων χωρίς, ὡς ἂν καὶ τὰ μητέρων ἡ μήτηρ ἐκφύγοιτο παραδόξως, ἐκτρέφουσα γάλακτι ὃν ἀνάνδρως ἐπαιδοποίησε, καὶ ἡ Παρθένος ἄσπορον ἀποκυήσασα γέννημα, μένῃ Παρθένος ἁγνεύουσα, σῶα καὶ μετὰ τόκον τῆς παρθενίας τὰ σήμαντρα φέρουσα.


Ὑποσημειώσεις

[1] Ἐνταῦθα ὁ ἱερὸς συγγραφεὺς ἐννοεῖ τὴν Προφήτιδα Ἄνναν τὴν μητέρα τοῦ Προφήτου Σαμουήλ, ἥτις στεῖρα οὖσα πρότερον προσηυχήθη εἰς τὸν Κύριον καὶ ἀπέκτησε τὸν Σαμουὴλ καὶ ἕτερα ἓξ ἀκόμη τέκνα. Αὕτη ἑορτάζεται τὴν θʹ (9ην) Δεκεμβρίου (βλέπε ἐν τόμῳ ΙΒʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»).