Λόγος Α’. Εἰς τὴν ΓΕΝΝΗΣΙΝ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνδρέου Ἀρχιεπισκόπου Κρήτης τοῦ Ἱεροσολυμίτου.

Ἐκ καρποῦ τῆς ὀσφύος μου θήσειν ἐπὶ τοῦ θρόνου μου· τοῦτό μοι ὤμοσεν· ὤμοσε, καὶ τοῖς ἔργοις τοὺς λόγους ἐσφράγισεν· «Ἅπαξ ὤμοσα, φησίν, ἐν τῷ ἁγίῳ μου· εἰ τῷ Δαβὶδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ· καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός». Ταῦτα μοι ὀμωμοκώς, ἐξεπλήρωσεν ἔργῳ· ταῦτα θεσπίσας, ἐκύρωσεν ἀδύνατον γὰρ ψεύσασθαι Θεόν· ἰδοὺ δὴ οὖν ὁρᾶται κατὰ σάρκα Χριστὸς ἐμὸς υἱὸς κηρυττόμενος, καὶ Κύριος ἐμὸς καὶ Θεοῦ Υἱὸς προσκυνούμενος ᾄδεται, καὶ πάντα τὰ ἔθνη αὐτῷ προσκυνεῖ· ὁρῶσι γὰρ αὐτὸν παρθενικοῖς ἐνθρονιζόμενον κόλποις, ὡς ἂν ἐπὶ τοῖς ἐμοῖς ἐφεξόμενον θρόνοις. Ἰδοὺ καὶ ἡ Παρθένος αὕτη, τῶν ἐμῶν ἄρτι μηρῶν ἐξέφυ· ἧς ἐκ νηδύος ὁ πρὸ αἰώνων πρὸς τῷ τέλει τῶν αἰώνων σαρκωθεὶς προελήλυθε, καὶ τὸ τῶν ἀνθρώπων ἀνεκαίνισε σύγκριμα. Καὶ ταῦτα μὲν οὕτως.

Ἡμεῖς δὲ ὁ τοῦ Θεοῦ λαός, δῆμος ἅγιος, σύστημα ἱερόν, χορεύσωμεν πάτρια· τιμήσωμεν τοῦ Μυστηρίου τὴν δύναμιν ἕκαστος κατὰ τὸ δοθὲν αὐτῷ χάρισμα συνεισφερέτω τῇ πανηγύρει δῶρον ἐπάξιον. Οἱ πατέρες, τὴν εὐκληρίαν τοῦ γένους· αἱ μητέρες, τὴν εὐτεκνίαν· αἱ στεῖραι, τῆς ἁμαρτίας τὸ ἄγονον· αἱ παρθένοι, τὴν διπλῆν ἀφθορίαν, ψυχῆς, λέγω, καὶ σώματος· αἱ ὑπὸ ζυγόν, τὴν ἐπαινετὴν συμμετρίαν. Εἴ τις πατὴρ ἐν ἡμῖν, μιμείσθω τὸν τῆς Παρθένου πατέρα κἄν ἄπαις ᾖ, τρυγάτω γόνιμον καρπὸν τὴν εὐχήν, ἐκ φιλοθέου βίου ταύτην καρπούμενος· εἴ τις μήτηρ θηλάζουσα, συγχαιρέτω τῇ Ἄννῃ θηλαζούσῃ παιδίον κατ’ εὐχὰς μετὰ στείρωσιν· εἴ τις στεῖρα καὶ ἄγονος καρπὸν εὐλογίας οὐκ ἔχουσα, προσίτω πιστῶς τῷ θεοσδότῳ τῆς Ἄννης βλαστῷ καὶ ἀποκειράσθω τὴν στείρωσιν· εἴ τις παρθένος ἁγνεύουσα, γενέσθω μήτηρ τοῦ Λόγου, λόγῳ κοσμοῦσα τῆς ψυχῆς τὴν κατάστασιν· εἴ τις ὑπὸ ζυγόν, προσαγαγέτω τῷ Θεῷ κάρπωμα λογικὸν ἐξ ὧν δι’ εὐχῆς ἐπορίσατο. Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης, νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, ἱερεῖς καὶ λευΐται, βασιλεῖς τε καὶ στρατηγοί, βασιλίδες καὶ ἄρχουσαι. Πάντες ὁμοῦ καὶ πᾶσαι λαμπροφορήσωμεν ἅμα καὶ δωροφορήσωμεν τῇ νεάνιδι καὶ Μητρὶ τοῦ Θεοῦ καὶ Προφήτιδι, ἐξ ἧς ὁ Προφήτης ὃν ἔγραψε Μωσῆς ἐπεδήμησε, Χριστὸς ὁ Θεὸς ἡ ἀλήθεια.


Ὑποσημειώσεις

[1] Ἐνταῦθα ὁ ἱερὸς συγγραφεὺς ἐννοεῖ τὴν Προφήτιδα Ἄνναν τὴν μητέρα τοῦ Προφήτου Σαμουήλ, ἥτις στεῖρα οὖσα πρότερον προσηυχήθη εἰς τὸν Κύριον καὶ ἀπέκτησε τὸν Σαμουὴλ καὶ ἕτερα ἓξ ἀκόμη τέκνα. Αὕτη ἑορτάζεται τὴν θʹ (9ην) Δεκεμβρίου (βλέπε ἐν τόμῳ ΙΒʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»).