Εὐλόγηται Ξύλον, δι’ οὗπερ ηὐλογήθη τὰ ἔθνη. Εὐλόγηται Ξύλον, ἐν ᾧ Θεὸς σωματικῶς ἐξετάθη. Καὶ τί τούτου παραδοξότερον; Θεὸν σταυρούμενον βλέπειν, καὶ τοῦτον μετὰ ληστῶν. Εὐλόγηται Ξύλον, δι’ οὗ λῃστὴς τὸν Παράδεισον ᾤκησε, καὶ ἡ τοῦ Ξύλου γεῦσις, τὴν πικρὰν ἐξεκρούσατο γεῦσιν· οὗ τί θαυμασιώτερον; ὅτι ὃν ἔκλεισεν ἁλοὺς ὁ Ἀδάμ, τοῦτον ἤνοιξε λῃστὴς ἐπιγνούς· καὶ οὗ ἐκεῖνος ἐξόριστος γέγονεν, οὗτος κλητὸς ἐνεγράφη πολίτης. Εὖγε τῆς καταλλήλου παραλλαγῆς! Ἐξῆλθε κλέπτης, καὶ ἀντεισῆλθε κλέπτης· ὁ μὲν διὰ παράβασιν, ὁ δὲ δι’ ἐπίγνωσιν· ὁ μὲν ὑπαχθεὶς τῷ πτερνίσαντι, ὁ δὲ συσταυρωθεὶς τῷ ποιήσαντι.
Εὐλόγηται Ξύλον, ἐξ οὗ Κιβωτὸς κατεσκευάσθη, κόσμον κατακλυσμοῦ συνολικῶς διασῴζουσα. Εὐλόγηται Ξύλον, ἐξ οὗ φαγὼν ὁ λῃστὴς ἠξίωται τῆς τρυφῆς. Εὐλόγηται Ξύλον, ἐξ οὗπερ Ἀδὰμ μὴ γευσάμενος πρότερον, τῆς ζωῆς τὸν θάνατον ἀντηλλάξατο, προπετείᾳ γεύσεως τοῦ ξύλου τῆς γνώσεως καθαψάμενος· εἶτα μεταλαβὼν ὕστερον, τῆς πιότητος ἤ ᾔσθετο, καὶ τὴν ἀνάκλησιν εὕρατο. Εὐλόγηται Ξύλον, δι᾽ οὗ βασιλεῖς ἐγείρουσι τρόπαια, καὶ στρατηγοὶ συνεισφέρουσι λάφυρα, δορυκτήτων πλήθη τὰ βαρβάρων ἁλίσκεται. Εὐλόγηται Ξύλον, δι’ οὗ τὰ κράτη τῶν τόξων συντριβόμενα θραύεται, καὶ θυρεοὶ πυρὸς παρανάλωμα γίνονται. Εὐλόγηται Ξύλον, δι’ οὗ βραχίων ὑπερήφανος κάμπτεται, καὶ αὐχένες ἐχθρῶν ὑποκύπτουσι, καὶ νῶτα δίδωσι βάρβαρος, καὶ φεύγει Σκύθης μηδενὸς διώκοντος.
Τοιγαροῦν, ὑψώσατε σὺν ἐμοὶ τὴν φωνὴν σήμερον, καὶ μετὰ τῆς Γραφῆς τῷ τοῦ Σταυροῦ θησαυρῷ προσφωνήσωμεν λόγια· θησαυρὸν δέ φημι τοῦ Σταυροῦ τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν Χριστόν, ᾧ καὶ πρέπει μᾶλλον τὰ πρὸς ἡμῶν ἀνατείνεσθαι λόγια· «Πάντα τὰ ἔθνη, λέγοντες, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε καὶ δοξάσουσι τὸ ὄνομά σου· ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος». Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.