ὅτι τὸ κατ’ ἐχθρῶν αὐτοχάλκευτον ξίφος ἀπὸ γῆς πεφανέρωται· ὅτι τὸν ἑαυτῆς ἀπέλαβε κόσμον ἡ Ἐκκλησία σήμερον· ὅτι ἣν ἀπώλεσε δραχμήν, ἡ βασίλειος εὗρεν ἀρχή. Οὗτός ἐστιν ὁ τοῦ Κυρίου Σταυρός, τὸ Δεσποτικὸν σημεῖον, τὸ σωτήριον ὅπλον, τὸ βασίλειον κράτος, τὸ τῆς νίκης τρόπαιον, τὸ τῶν ἄνω καὶ κάτω μεταίχμιον, ἡ Ἀποστολικὴ κορωνίς, ἡ Προφητικὴ διόπτρα, τῶν Μαρτύρων ὁ στέφανος, τῶν Χριστὸν προσκυνούντων ὁ ἀρραβών.
Ἀφοῦ γὰρ Σταυρός, ὁ Χριστὸς προσκυνεῖται· ἀφοῦ Σταυρός, ὁ Υἱὸς τοῦ Θεοῦ ἐπεγνώσθη· ἀφοῦ Σταυρός, σὺν Πατρὶ τὸν Υἱὸν προσκυνοῦμεν· ἀφοῦ Σταυρός, τὰ Ἰουδαίων ἤργησε, τὰ Ἑλλήνων ἀπέβη, τὰ Χριστιανῶν ἀνέσχεν, ὁ ἀὴρ ἡγιάσθη, τῶν ἐπιβωμίων αἱμάτων ἠλευθερώμεθα, τῆς ἀναιμάκτου λατρείας γεγεύμεθα· ἀφοῦ Σταυρός, τῆς δαιμονικῆς κνίσσης ἀπηλλάγμεθα, τῆς πνευματικῆς εὐωδίας τοῦ κενωθέντο μύρου μετέσχομεν· ἀφοῦ Σταυρός, αἱ μυθικαὶ θεογονίαι εἰς φροῦδον ἐχώρησαν· ἀφοῦ Σταυρός, τῆς καθ’ ἡμᾶς θεογνωσίας τὸ μυστήριον ἔγνωμεν· ἀφοῦ Σταυρός, τὴν ὑπεράρχιον ἀρχήν, τῆς προανάρχου ἀρχῆς προελθοῦσαν ἐμάθομεν.
Ἀφοῦ Σταυρός, τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα δεδιδάγμεθα πίστιν, καὶ τὴν πολύθεον τῆς Ἑλληνικῆς εἰκαιομυθίας ἀπετιναξάμεθα λύμην· ἀφοῦ Σταυρός, τῶν τυπικῶν συμβόλων τὰς σκιὰς παρωσάμενοι, τῷ τῆς ἀληθείας ἐν χάριτι φωτὶ κατηγλαΐσμεθα· ἀφοῦ Σταυρός, κατατεφρόνηται θάνατος, τεθήπασι δαίμονες, κατεάγησαν ξόανα, ζῳοθυσίαι πεπάτηνται, εἰδωλεῖα κατέστραπται. Ἐκκλησίαι πανταχοῦ, θυσιαστήρια, ψαλμῳδίαι, στάσεις πάννυχοι, θεολογίαι, βαπτίσματα, πιστῶν συμφωνίαι. Γραφῶν ἐπίγνωσις, γῆς περιφρόνησις, οὐρανῶν κτῆσις, Θεοῦ μετουσία. Τί δεῖ τὰ πολλὰ λέγειν; ἀφοῦ Σταυρός, Ἀγγέλοις συμπολιτεύονται ἄνθρωποι, καὶ αὐτὸς ὁ οὐρανὸς τοῖς ἐπιγείοις βατός, καὶ Θεὸς ἀνθρώποις χωρούμενός τε καὶ συμφερόμενος.
Ἀλλ’ ὦ Σταυρέ, τὸ τοῦ Κυρίου καὶ ἡμῶν πολυτίμητον αὔχημα· ὦ Ξύλον ἐπίσημον, ἐν ᾧ Χριστὸς ἐξετανύσθη· φυτὸν ἀθανασίας, ἐξ οὗ Χριστὸς ὁ βότρυς ζωηρὸν ἔβλυσεν ἡμῖν πόμα. Ὦ Σταυρέ, δι’ οὗ τῆς ἁμαρτίας ἐκραγὲν τὸ χειρόγραφον, τὸ τῆς ἐλεθερίας ἐγγραφῆναι συμβόλαιον προεξένησεν. Ὦ Σταυρέ, μυρίων ἀγαθῶν θησαυρέ, Παραδείσου πρόξενε, Βασιλείας κληροῦχε, ἁμαρτημάτων λυτήρ, κατορθωμάτων δοτήρ.