Λόγος Γ’. Εἰς τὴν Ὕψωσιν τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ, τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν ΑΝΔΡΕΟΥ Ἀρχιεπισκόπου Κρήτης τοῦ Ἱεροσολυμίτου, ἐκ τοῦ ὑπ’ ἀριθ. 5 χειρογράφου Σκήτης Καυσοκαλυβίων.

Σταυρὸς ἀρχόντων τιμή, βασιλέων κράτος, στρατηγῶν νῖκος, Ἱερέων δόξα, παρθένων σύνοικος, ἁγνείας σφραγίς, συζυγίας σύνδεσμος. Σταυρὸς πόλεων φύλαξ, οἴκων ἀσφάλεια, φιλίας συναρμοστής, κατ’ ἐχθρῶν ἀμυντήριον, πολεμίων ἀντίπαλος, παθῶν διωκτήριον, βαρβάρων σκόλωψ, εἰρήνης βραβευτής, κόσμου καταλλαγή, περάτων διαγραφή, ἀγάπης πρυτάνευσις, ὕψος οὐρανοῦ, γῆς βάθος, κτίσεως σύμπηξις, μῆκος τῆς φαινομένης, εὖρος τῆς οἰκουμένης· καὶ συνελόντα φᾶναι. Σταυρὸς τοῦ Χριστοῦ Παθῶν τὸ κεφάλαιον τῶν εἰς ἡμᾶς θαυμάτων ἡ κορωνίς. Τοῦτο καὶ δόξα Χριστοῦ καλεῖται, καὶ ὕψος Χριστοῦ προσαγορεύεται· τοῦτο καὶ ποτήριον ἐπιθυμητὸν νοεῖται, καὶ τῶν ὑπὲρ ἡμῶν Χριστοῦ παθημάτων συμπέρασμα.

Ὅτι δὲ δόξα Χριστοῦ ὁ Σταυρός, ἄκουσον αὐτοῦ λέγοντος· «Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ· καὶ εὐθὺς δοξάσει αὐτόν». Καὶ πάλιν· «Δόξασόν με σύ, πάτερ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ Σοί». Καὶ αὖθις· «Πάτερ, δόξασόν σου τὸ ὄνομα· ἦλθεν οὖν φωνὴ ἐκ τῶν οὐρανῶν· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω». Δόξαν δὲ ἐνταῦθα λέγει τὴν ἐπὶ τῷ Σταυρῷ προσγενομένην τότε τῶν στοιχείων ἐναλλαγὴν καὶ συμπάθειαν· ἔδει γὰρ τῷ Κτίστῃ συμπαθεῖν καὶ τὰ κτίσματα.

Ὅτι δὲ καὶ ὕψος Χριστοῦ ὁ Σταυρός, ἄκουσον τί φησιν αὐτός· «Ὅταν ἐγὼ ὑψωθῶ, τότε πάντας ἑλκύσω πρὸς ἐμαυτόν»· ὡς καὶ ἐν ἑτέρῳ λέγει· «καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄψιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου»· διατί; «ἵνα πᾶς, φησιν, ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον». Βλέπεις ὅτι δόξα καὶ ὕψος Χριστοῦ ὁ Σταυρός; Βούλει δὲ γνῶναι ὅτι ἔνθα ὕψος, ἐκεῖ καὶ δόξα παρέπεται; ἄκουσον τοῦ Δαβὶδ λέγοντος. «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου». Καὶ τοῦ Ἠσαΐου πάλιν ὡς ἐκ προσώπου τοῦ Χριστοῦ (λέγοντος)· «Νῦν ὑψωθήσομαι, νῦν ἀναστήσομαι, νῦν δοξασθήσομαι».

Ἐπεὶ οὖν ὕψος Χριστοῦ ὁ Σταυρός· ὑψοῦται δὲ σήμερον ὁ Σταυρός, δοξάζεται δηλονότι ὁ Χριστός. Ὑψοῦται οὖν ὁ Σταυρὸς σήμερον, ἵνα δοξασθῇ ὁ Χριστός· οὐχ ὑψοῦται ὁ Χριστὸς ἵνα δοξασθῇ ὁ Σταυρός, ἀλλ’ ὑψοῦται ὁ Σταυρός, ἵνα ὁ Χριστὸς δοξασθῇ· δοξάζεται δὲ ὁ Χριστός, ἵνα ἡμᾶς ἑαυτῷ συνυψώσῃ. Ὑψοῦται οὖν ὁ Σταυρός, καὶ συνανυψοῖ τῶν εὐσεβούντων τὸ φρόνημα· δοξάζεται ὁ Χριστός, καὶ συνδοξάζει τοὺς δοξάζοντας αὐτόν.