Σὲ Χριστός, ἐν σοὶ σταυρωθείς, Ξύλον ἀθανασίας παρέδειξε, Σὲ Χριστός, ἐν σοὶ προσταγείς, τῆς εἰς οὐρανοὺς ἀγούσης ὁδοῦ παρέπηξε κλίμακα. Σὲ Χριστός, ἐν σοὶ κρεμασθείς, εὐλογίας ἀνέδειξε πρόξενον, Σὲ Χριστός, ἐν σοὶ τανυσθείς, τῶν ἐν σειραῖς ἀνεῖναι τὰ δεσμὰ προεστήσατο.
Ἐν σοὶ Χριστὸς ἑκὼν ὑψωθείς, τὸν κόσμον ἑαυτῷ συνανύψωσεν. Ἐν σοὶ Χριστὸς ὑπὲρ ἡμῶν ὑψωθείς, τὸν ὑψωθέντα χαλκοῦν ἐστηλίτευσεν ὄφιν. Οὐκέτι δαίμων ὄφις ἐφ’ ὁδοῦ πτέρναν τηρεῖ· οὐκέτι χαλκοῦς ὄφις τὰ τῶν δακνόντων ὄφεων ἀποπαύει προσβλεπόμενος δήγματα· οὐκέτι «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου». Πῶς καὶ τίνι τρόπῳ; τοῦ εὐλογητοῦ παιδὸς Ἰησοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ τὴν κατάραν εἰς εὐλογίαν ἡμῖν ὑπαλλάξαντος. Οὐκέτι κατάρατος ὁ Σταυρός, τῆς κατάρας τῷ Σταυρῷ προσπαγείσης, καὶ Χριστοῦ τὴν κατάραν ἐξάραντος καὶ τὴν εὐλογίαν ἡμῖν ἀντεισάξαντος.
Οὗτος ὁ τοῦ Κυρίου Σταυρὸς πάντων ἡμῖν γέγονεν εἰσαγωγεὺς τῶν καλῶν. Οὗτος ὁ τοῦ Δεσπότου Σταυρός, πολλοῖς ὀνόμασι κέκληται. Σταυρὸς καλεῖται, Ράβδος εὐθύτητος, βασιλείας, δυνάμεως, κληρονομίας· «Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ράβδος εὐθύτητος ἡ ράβδος τῆς βασιλείας σου· ἐλυτρώσω ράβδῳ κληρονομίας σου· ράβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών». Βακτηρία «ἡ Ράβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν». Ξύλον ζωῆς· «ζωῆς Ξύλον ἐστὶ πᾶσι τοῖς ἀντεχομένοις αὐτόν, ὡς ἐπὶ Κύριον ἀσφαλής». Ξύλον πεφυτευμένον, καθώς ποὺ Δαβὶδ λέγει, «παρὰ τὰς διεξόδους τῶν ὑδάτων». Ποίων ὑδάτων; τῶν θεοπνεύστων Γραφῶν. Ὑποπόδιον· «Ὑψοῖτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ· ὅτι Ἅγιος ἐστί». Τόπος· «Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ· εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμόν, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ».
Τοῦτον αἰνιττόμενος τὸν Σταυρὸν Ἰακὼβ ὁ Πατριάρχης, ἐναλλὰξ τότε τὰς χεῖρας τοῖς ἐγγόνοις ἐπιθείς, συμβολικῶς προεμήνυσε. Τοῦτον ὁ αὐτὸς προτυπούμενος, ἐπὶ τοῦ ἄκρου τῆς ράβδου τοῦ Ἰωσὴφ προσεκύνησε. Σταυροῦ τύπον ἐπεῖχεν ἡ Ράβδος τοῦ αὐτοῦ Πατριάρχου Ἰακώβ, ὡς διέβη τὸν Ἰορδάνην· φησὶ γάρ· «Ἐν τῇ Ράβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην»·