Λόγος Γ’. Εἰς τὴν Ὕψωσιν τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ, τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν ΑΝΔΡΕΟΥ Ἀρχιεπισκόπου Κρήτης τοῦ Ἱεροσολυμίτου, ἐκ τοῦ ὑπ’ ἀριθ. 5 χειρογράφου Σκήτης Καυσοκαλυβίων.

ΣΤΑΥΡΟΥ πανήγυριν ἄγομεν, καὶ τὸ τῆς Ἐκκλησίας ἅπαν καταστράπτεται πλήρωμα. Σταυροῦ πανήγυριν ἄγομεν, καὶ χαρᾶς μαρμαρυγαῖς τὸ τῆς οἰκουμένης καταλάμπεται πρόσωπον. Σταυροῦ πανήγυριν ἄγομεν, δι’ οὗ τὸ σκότος ἠλάθη, καὶ τὸ φῶς ἀντεισήχθη. Σταυροῦ πανήγυριν ἄγομεν, καὶ τῷ Σταυρωθέντι συνεπαιρόμεθα, τὴν γῆν ἀφέντες κάτω μετὰ τῆς ἁμαρτίας, ἵνα τὰ ἄνω κτησώμεθα. Σταυρὸς ὑψοῦται καὶ συνανυψοῖ χαμαὶ κειμένην τὴν ἀνθρωπότητα. Σταυρὸς ὑψοῦται, καὶ τῶν δαιμόνων καταπτήσσει φρυάγματα. Σταυρὸς ὑψοῦται καὶ τοῦ Σατᾶν ἡ ἀντιπίπτουσα δύναμις ὑποχωρεῖ καὶ συστέλλεται. Σταυρὸς ὑψοῦται, καὶ πόλεις πανηγυρίζουσι, καὶ λαοὶ χαρμόσυνα σπένδουσι.

Καὶ τὸ μνησθῆναι μόνον Σταυροῦ, χαρᾶς ὑπόθεσις πρόδηλος καὶ συστολὴ σκυθρωπότητος· τὸ δὲ καὶ τύπον ὁρᾶσθαι Σταυροῦ, ἡλίκον; Ἀνδρείας γὰρ πρόξενον καὶ δειλίας ἀπαλλαγὴ τῷ προσβλέποντι γίνεται. Τοιοῦτόν τι μέγα τοῦ Σταυροῦ τὲ κτῆμα καθέστηκε· καὶ ὁ τοῦτον κτησάμενος, ἐκτήσατο θησαυρόν, Χρυσοῦ με τάχα οἴεσθε τοῦτον λέγειν τὸν θησαυρόν, ἢ μαργαρίτου καὶ λίθων ἰνδικῶν βαρυτίμων, οἶς οἱ φιλοσώματοι χαίρουσι περὶ τὰ μηδενὸς ἄξια σμικρολογούμενοι. Ἐγὼ δέ, τὸ πάντων τῶν καλῶν κάλλιστόν τε καὶ πολυτελέστατον καὶ πρᾶγμα καὶ ὄνομα, θησαυρὸν ἂν εἰκότως ἐκεῖνον ἀποκαλοίμην, ἐν ᾧ καὶ δι’ οὗ, καὶ εἰς ὅν, ἅπαν ἡμῶν τὸ τῆς σωτηρίας ἀποτεθὲν ἐπηνωρθώθη κεφάλαιον.

Εἰ μὴ γὰρ Σταυρός, οὐκ ἂν ὁ Χριστὸς ἐσταύρωτο· εἰ μὴ Σταυρός, οὐκ ἂν ἡ ζωὴ τῷ ξύλῳ προσήλωτο, καὶ εἰ μὴ προσήλωτο, οὐκ ἂν οἱ κρουνοὶ τῆς ἀφθαρσίας ἐπήγαζον αἷμα καὶ ὕδωρ, τὰ τοῦ κόσμου καθάρσια· οὐκ ἂν τὸ τῆς ἁμαρτίας χειρόγραφον ἔρρηκτο, οὐκ ἂν ἐλευθερίας ἐτύχομεν, οὐκ ἂν τοῦ ξύλου τῆς ζωῆς ἀπηλαύσαμεν, οὐκ ἂν Παράδεισος ἤνοικτο, οὐκ ἂν ἡ στρεφομένη ρομφαία τῆς εἰσόδου τῆς Ἐδὲμ παρεχώρει, οὐκ ἂν λῃστὴς τὸν Παράδεισον ᾤκει. Τί ταῦτα λέγω; Εἰ μὴ Σταυρός, οὐκ ἂν ὁ Χριστὸς ἐπὶ γῆς· καὶ εἰ μὴ Χριστὸς ἐπὶ γῆς, οὐκ ἂν Παρθένος·