καὶ μικρῷ πρὸ τούτου, Σταυροῦ σημεῖον τῷ Ἀβραὰμ παρεδείκνυτο, μέσον τῶν τοῦ κριοῦ κεράτων τυπούμενον, ὅτε τὴν ἐν τύπῳ θυσίαν πρὸς δεῖγμα τοῦ σταυρωθέντος διὰ τοῦ προβάτου μυστικῶς ἐπετέλει. Σταυροῦ τύπον ἐδήλου καὶ Ἰσαάκ, τὰ ξύλα τῆς θυσίας ἀναλαβών, καὶ τῷ πατρὶ θύειν αὐτὸν ἐπειγομένῳ προτροπάδην ἑπόμενος.
Σταυροῦ δύναμιν ἡ Ράβδος εἶχε Μωσέως εἰς ὄφιν μεταβληθεῖσα, καὶ μεταμορφοῦσα τὰς Αἰγυπτίων ράβδους· καὶ τὰς μὲν καταπίνουσα, τοῖς δὲ ποτάμιον ἐξαιματοῦσα ρεῖθρον ὅπως μὴ πίωσι· καὶ πῇ μὲν βατράχους τῶν ὑδάτων ἐξέρπειν, πῇ δὲ ἀκρίδας καὶ σκνίπας καὶ σκότος ψηλαφητὸν σχεδιάζουσα, καὶ ὅσα τὰς Αἰγυπτίων συμφορὰς περιΐστησι. Σταυροῦ τύπον ἐπεῖχεν ἡ αὐτὴ τοῦ Μωσέως Ράβδος, ὅτε τὸ Ἐρυθραῖον ἔνθα καὶ ἔνθα διεσχίζετο πέλαγος, καὶ τεῖχος αὐτῷ τε καὶ τῷ λαῷ συνεπάγη τὰ ὕδατα. Σταυροῦ τύπον ἐπεῖχεν ὁ τοῦ πυρὸς στῦλος καὶ τῆς νεφέλης, οἷς ὡδήγει Θεὸς τὸν ἀλήτην Ἰσραὴλ ἐξ Αἰγύπτου φυγαδευόμενον. Σταυροῦ σχῆμα διέσῳζε καὶ Μωϋσῆς αὐτὸς ἐπὶ τοῦ ὄρους, ὑψοῦ τὰς χεῖρας ἀνέχων, ὅτε καταπολεμοῦντος τοῦ Ἰησοῦ τὸν ἀλλόφυλον Ἀμαλήκ, ὁ μὲν ὑπὸ Ἀαρὼν καὶ Ὤρ ἐστηρίζετο, Ἰσραὴλ δὲ δυναμούμενος ὑπερίσχυε.
Σταυροῦ τύπον ἐδήλου ἡ πατάξασα Ράβδος ἐν ἐρήμῳ τὴν πέτραν, καὶ ποταμὸν κυοφόρον τὴν ἄνικμον δείξασα· τί δαὶ ἡ Ράβδος ἡ ἐκφύσασα κάρυα; οὐ προδήλως τὸν Σταυρὸν ὑπογράφει; Τί δαὶ καὶ Ἠσαΐας ξυλίνῳ πρίονι διχῇ διαιρούμενος; οὐ σταυρικὸν ἐσχημάτιζε τύπον; Ἐῶ λέγειν τοῦ Ἀγγαίου τὴν σταύρωσιν, καὶ Σισάρα τὴν ἐν πασσάλῳ καθήλωσιν, τὸν Σταυρὸν φανερῶς προδηλούσας. Ἀλλὰ καὶ τὴν μηλωτὴν Ἠλιοὺ φαίην ἂν ἔγωγε, Σταυροῦ δύναμιν ὑποφαίνουσαν, ὅτε τὸ Ἰορδάνου ρεῖθρον διχῇ διαστήσας, ὡς ἐπὶ ξηρᾶς διεπέρασε γῆς· τὸ δὲ τοῦ Ἐλισσαίου θαῦμα ποῦ θήσομεν; ὅτε τῷ ὕδατι τὸ ξύλον ἐπιθεὶς τῆς ἀξίνης, ἐκ βάθους ἀνεῖλκε τοῦ ποταμοῦ τὸ σιδήριον, τῷ ἐλαφρῷ τὸ βαρὺ ἀνελόμενος;
Μέγα ἀληθῶς ὁ Σταυρός, καὶ πολλαχοῦ τῆς Γραφῆς μαρτυρούμενος ἢ προτυπούμενος, καὶ τῶν δι’ αὐτοῦ τελουμένων ὁσημέραι θαυμάτων προδιαγράφων τὰ ὑποδείγματα. Προσκυνητέον οὖν τὸν Σταυρόν, ὅτι δι’ αὐτοῦ τὸν Κύριον ἔγνωμεν. Προσκυνητέος ὁ Σταυρός, ὅτι ἐν αὐτῷ τὸν Χριστὸν εὐλογοῦμεν. Προσκυνητὸς ὁ Σταυρός, ὅτι δι’ αὐτοῦ τὴν εὐλογίαν ἐλάβομεν καὶ τῆς κατάρας ἠλευθερώμεθα. Προσκυνητὸς ὁ Σταυρός, ὅτι δι’ αὐτοῦ τὴν πικρὰν τοῦ ξύλου τῆς παρακοῆς ἐξεμέσαντες γεῦσιν, τοῦ γλυκασμοῦ τῆς σωτηρίας γεγεύμεθα.