Λόγος Γ’. Εἰς τὴν Ὕψωσιν τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ, τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν ΑΝΔΡΕΟΥ Ἀρχιεπισκόπου Κρήτης τοῦ Ἱεροσολυμίτου, ἐκ τοῦ ὑπ’ ἀριθ. 5 χειρογράφου Σκήτης Καυσοκαλυβίων.

καὶ εἰ μὴ Παρθένος, οὐκ ἂν Γέννησις Χριστοῦ δευτέρα, οὐκ ἂν ἐν ἀνθρώποις Θεός, οὐδ’ ἂν Τόκος, οὐ φάτνη, οὐ σπάργανα, οὐ Περιτομὴ ὀκταήμερος, οὐχ ὑποταγὴ γονέων, οὐ μεθηλικίωσις, οὐκ αὔξησις σώματος, οὐκ ἀνάδειξις, οὐ Βαπτίσματος μέθεξις, οὐ θαυμάτων ἐπίδειξις, οὐκ Ἰούδας προδότης, οὐ Πιλάτος δικάζων, οὐκ Ἰουδαίων τόλμα σταυροῦσθαι τὸν ἀνεύθυνον κράζουσα. Καὶ εἰ μὴ Σταυρός, οὐκ ἂν πεπάτητο θάνατος, οὐκ ἐσκύλευτο ᾅδης, οὐχ ὁ πικρὸς ὄφις νενέκρωτο.

Διὰ τοῦτο μέγα τι χρῆμα καὶ τίμιον ὁ Σταυρός. Μέγα μέν, ὅτι πολλά, ὅσῳ καὶ τὰ Χριστοῦ θαύματα κατὰ παντὸς ἔχει τοῦ λόγου τὰ νικητήρια· τίμιον δέ, ὅτι Θεοῦ πάθημα καὶ τρόπαιον ὁ Σταυρός. Πάθημα μέν, διὰ τὸν ἑκούσιον ἐν αὐτῷ τοῦ παθόντος θάνατον· τρόπαιον δέ, διὰ τὸ τετραυματίσθαι δι’ αὐτοῦ τὸν διάβολον· νενικῆσθαι δὲ σὺν ἐκείνῳ καὶ τὸν θάνατον· συντετρίφθαι δὲ καὶ τοῦ ᾅδου τὰ κλεῖθρα· καὶ τέλος, κοινὸν παντὸς γεγενῆσθαι τοῦ κόσμου σωτήριον τὸν Σταυρόν.

Σταυρός, Χριστιανῶν ἐλπίς, ἀπεγνωσμένων σωτήρ, χειμαζομένων λιμήν, ἀσθενούντων ἰατρός, παθῶν ἐλατήρ, ὑγείας δοτήρ, νενεκρωμένων ζωή, εὐσεβείας πρόγραμμα, βλασφημίας φίμωτρον. Σταυρός, ὅπλον κατ’ ἐχθρῶν, σκῆπτρον βασιλείας, διαδήματος κάλλος, τύπος εὔγραφος, ράβδος δυνάμεως, ἔρεισμα πίστεως, βακτηρία γήρως, ὁδηγὸς τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴς ἀφρόνων, διδάσκαλος νηπίων, ἁμαρτίας ἀναίρεσις, μετανοίας ἔνδειξις, δικαιοσύνης ὑπογραφεύς. Σταυρὸς κλῖμαξ εἰς οὐρανὸν ἀνάγουσα, ὁδὸς πρὸς ἀρετὴν ὁδηγοῦσα, ζωῆς πρόξενος, θανάτου λύσις, φθορᾶς ἀλλοτρίωσις, πυρὸς σβεστήριον, πρὸς Θεὸν παρρησία, κλεὶς οὐρανῶν Βασιλείας.

Σταυρὸς φύλαξ ἐν νυκτί, ἐν ἡμέρᾳ πύργος, ἐν σκότει χειραγωγός, ἐν εὐθυμίᾳ χαλινός, ἐν ἀθυμίᾳ ψυχαγωγός· διαλλακτήριος, ἱκέσιος, φίλιος, συνήγορος, προασπιστής, ἐπίκουρος, ἐν πειρασμοῖς βοηθός, ἐν κινδύνοις σωτήρ, ἐν λύπαις παρήγορος, ἐν ἀνάγκαις πρόμαχος, ἐν θαλάσσῃ κυβερνήτης, ἐν συμφοραῖς ἀνάψυξις. Σταυρός, νυκτοφυλακεῖ τοὺς καθεύδοντας, συναγρυπνεῖ τῆς ἀγρυπνοῦσι, τοῖς κεκμηκόσι συνεπαμύνει. Σταυρὸς ἀτονούντων νεύρωσις, κοπιώντων ἀνάπαυσις, πεινώντων τροφή, νηστευόντων ἰσχύς, ἀγωνιστῶν ἀλείπτης, γυμνῶν σκέπη, συνοδοιπόρος ξένοις, πλουσίων σωφρονιστής, πενήτων προνοητής, χηρῶν προστάτης, ὀρφανῶν ἀντιλήπτωρ.