Ὑψοῦται Σταυρός, καὶ ἀνορθοῖ τοὺς καταπίπτοντας· δοξάζεται Χριστός, καὶ τῶν δι’ ἁμαρτίας πεσόντων ἀμαυροῖ τὴν αἰσχύνην. Ὑψοῦται Σταυρός, καὶ πίπτουσιν εἴδωλα· δοξάζεται Χριστός, καὶ διάβολος πλήττεται. Ὑψοῦται Σταυρός, οὐχ ὅτι μόνον ὑψώθη Χριστὸς ἐν αὐτῷ, ἀλλ’ ὅτι φανερωθεὶς τὴν Ἰουδαίων παράνοιαν ἤλεγξε. Πόθεν φανερωθείς; ἐκ τῶν τῆς γῆς ἀποκρύφων. Πότε φανερωθείς; ἐπὶ βασιλέων τῶν εἰς Χριστὸν πιστευσάντων· οὐχ ὥς τινες δῆθεν προσανεπλάσαντο κλέπτοντες τοὺς πολλοὺς πιθανότητι, ἀλλὰ θείᾳ καὶ ἀπεριέργῳ δυνάμει, καὶ ὄντως πίστεως μηχανῇ καὶ στερρότητι· Θεοῦ γὰρ, ἦν τὸ κειμήλιον.
Ἐπειδὴ γὰρ μετὰ τὸν διὰ Σταυροῦ θάνατον, ὁ τῆς ζωῆς καὶ θανάτου Κύριος τρισὶν ἡμέραις ἀνεβίω, φθόνου δὲ κέντροις Ἰουδαῖοι νυττόμενοι, μή τι τῶν κατὰ τὸ πάθος ἐκεῖνο τὸ σεπτὸν καὶ μακάριον διασωθὲν χαριστήριον, Ἰουδαίοις μὲν ἀμυντήριον γένηται, τοῖς εἰς Χριστὸν δὲ πιστεύουσι φυλακτήριον, ὑπὸ μυχοῖς κατωρωρύχευσαν γῆς ἀποθέμενοι τὸν θησαυρόν, λέγω δὴ τὸν Σταυρὸν καὶ τὰ περὶ τὸν Σταυρὸν ἅπαντα, τοὺς Ἥλους καὶ τὴν Λόγχην καὶ ὃν ἐπὶ τοῦ Σταυροῦ Πιλᾶτος ἔγραψε καὶ προσέπηξε τίτλον. Εἶτα Χριστιανοῖς τὰ βασίλεια σκῆπτρα καὶ πᾶσαν τὴν ὑπὸ Ρωμαίοις ἀρχὴν Θεὸς ἐνεχείρισεν, ηὐδόκησεν ἄρτι τότε διὰ γυναικὸς εὐσεβοῦς γυναικὸς, βασιλίδος, γυναικὸς βασιλικὸν ἐχούσης τὸ φρόνημα, τοῦ υἱοῦ ταύτης τηνικάδε Χριστιανῶν βασιλεύοντος, τὴν εὐεργεσίαν ταύτην ἡμῖν καταθέσθαι. Καὶ δὴ θείαν ὡς εἰπεῖν σοφίαν τῇ βασιλίδι ταύτῇ σοφισαμένῇ, καὶ πῇ μὲν ἀρχικαῖς ἐμβριθείαις, ἔστι δὲ ὅπου καὶ κοιναῖς κολακείαις χρησαμένη, πάντα τε βασιλικῶς ἐπιδειξαμένη, ὅσα τὴν ἀκαμπῆ τῶν Ἰουδαίων ἐπικλῖναι καρδίαν ἠδύνατο· οὕτω δὴ ἐπιζητούσῃ, θᾶττον καὶ οἶον ἀναλγητί, τὸ κοινὸν ἐπέστη θησαύρισμα, Θεοῦ τὸ δῶρον εἰς τάχος τῷ γυναίῳ προτείναντος.
Τοῦτον δὴ λέγω τὸν εἰς πάντα σήμερον τὸν κόσμον ὑψούμενον τοῦ Κυρίου Σταυρόν, μεθ’ οὗ καὶ πάντα οἷς τὸ μακάριον ἐκεῖνο καὶ τοῦ κόσμου σωτήριον ᾠκονόμητο πάθημα. Τοῦτο τοίνυν ἑορτάζομεν σήμερον, διὰ τοῦτο πανηγυρίζομεν· ὅτι τὸ πάλαι κρυπτόμενον ἅγιον πεφανέρωται σήμερον· ὅτι ὁ ἐν κρυφῇ θησαυρός, ἐκ μετάλλων γῆς ἐξέλαμψεν ὡς χρυσός· ὅτι τὸ συγχωσθὲν τῆς Χριστιανῶν βασιλείας ἐπισημότατον ἀπεκαλύφθη λάφυρον· ὅτι ὁ τυφὼν τῶν δαιμόνων ἠρέμησε φανερωθέντος τοῦ Σταυροῦ·