Λόγος Β’, Πανηγυρικὸς εἰς τοὺς Ἁγίους Ἀποστόλους ΠΕΤΡΟΝ καὶ ΠΑΥΛΟΝ.

ὁ χαρακτὴρ τῆς αὐτοῦ ὑποστάσεως, ἡ ζῶσα σοφία καὶ δύναμις, ἡ οὐσιώδης καὶ τελεία καὶ ζῶσα εἰκὼν τοῦ ἀοράτου Θεοῦ· σὺ εἶ ὁ πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθείς, ἀλλ’ οὐ ποιηθείς· σὺ εἶ ὁ ἀχρόνως ἐκ τοῦ Πατρὸς ἄνευ μητρός, καὶ ὁ ἐν χρόνῳ ἐκ τῆς Μητρός, ἄνευ πατρός· σὺ εἶ ὁ ἐκ Θεοῦ τέλειος Θεός, καὶ ὁ ἐξ ἀνθρώπου τέλειος ἄνθρωπος· ὁ δύο τὰς γεννήσεις ἔχων, τὴν μίαν ἐκ Πατρὸς προαιώνιον, ὑπὲρ αἰτίαν καὶ λόγον καὶ φύσιν καὶ χρόνον, καὶ ἄλλην τὴν ἐπ’ ἐσχάτων δι’ ἡμᾶς, καθ’ ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς· δι’ ἡμᾶς, ὅτι διὰ τὴν ἡμετέραν σωτηρίαν, καθ’ ἡμᾶς, ὅτι γέγονας ἄνθρωπος ἐκ γυναικὸς καὶ ἐν χρόνῳ κυήσεως· ὑπὲρ ἡμᾶς, ὅτι οὐκ ἐκ σπορᾶς, ἀλλ’ ἐξ Ἁγίου Πνεύματος καὶ τῆς Ἁγίας Παρθένου ὑπὲρ νόμον κυήσεως. Κύριε, ἡμεῖς σὲ ὁμολογοῦμεν, ὄχι μόνον Θεὸν γυμνὸν τῆς καθ’ ἡμᾶς ἀνθρωπότητος, οὐδὲ μὴν ἄνθρωπον μόνον ψιλὸν τῆς ὑπερουσίου Θεότητος, ὄχι ἄλλον καὶ ἄλλον, ἀλλ’ ἕνα καὶ τὸν αὐτόν, ὁμοῦ Θεόν τε καὶ ἄνθρωπον Σὲ κηρύττομεν. Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον· ὅλον Θεὸν καὶ ὅλον ἄνθρωπον. Σὲ κηρύττομεν ὅλον Θεὸν καὶ μετὰ τῆς ἁγίας σου σαρκός. Σὲ κηρύττομεν καὶ ὅλον ἄνθρωπον μετὰ τῆς ὑπερθέου σου Θεότητος. Κύριε, ὁμολογοῦμεν ὅτι φέρεις ἐν μιᾷ μόνη ὑποστάσει δύο οὐσίας καὶ φύσεις, δύο ἐνεργείας καὶ δύο θελήσεις, ἀλλ’ οὔτε τῆς θείας εἰς ἀνθρωπίνην τραπείσης, οὔτε μὴν τῆς ἀνθρωπίνης εἰς θείαν, ἢ μιᾶς μόνης συνθέτου τῆς φύσεως, ὡς οἱ κακῶς δογματίζοντες, ὁμολογοῦμεν, ἀλλ’ ἐκ θεότητος καὶ ἀνθρωπότητος Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ἕνα Χριστὸν ἐκ δύο τε καὶ ἐν δυσὶν ὁμολογοῦμεν φύσεσι. Κύριε, σὺ εἶ ὁ μετὰ τοῦ Πατρὸς ἄνω περιπολεύων, καὶ μεθ’ ἡμῶν κάτω συμβιοτεύων, Διδάσκαλε, «Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος». (Ματθ. ιϛ’ 16)

Αὐτὴ εἶναι ἡ ὁμολογία τοῦ μακαρίου Πέτρου, Χριστιανοί, πρὸς τὸν Χριστόν, αὐτὴ εἶναι ἡ μαρτυρία δι’ ἧς τὸν ἐκήρυξεν ἐνώπιον πάντων μονογενῆ Υἱὸν τοῦ Θεοῦ, μὲ τὴν ὁποίαν ἐστερεώθη ἡ βάσις τῆς πίστεως. Διότι ἐπάνω εἰς αὐτὴν τὴν πέτραν, εἰς αὐτὴν δηλαδὴ τὴν ὁμολογίαν τοῦ Ἀποστόλου, ἐθεμελίωσεν ὁ Χριστὸς τὴν ἁγίαν του Ἐκκλησίαν, τὴν ὁποίαν δὲν θέλουσι δυνηθῆ ποτὲ νὰ χαλάσουν αἱ πύλαι τοῦ ᾍδου, οἱ ἀσεβεῖς καὶ αἱρετικοί, τὰ στόματα τοῦ μιαροῦ διαβόλου· «Κἀγώ δέ σοι λέγω, ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς» (Ματθ. ιϛ’ 19).