Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν ΜΑΡΚΟΥ Ἐπισκόπου Ἐφέσου τοῦ Εὐγενικοῦ, τοῦ τῆς Ὀρθοδοξίας μονομάχου καὶ ὑπερμάχου καὶ φύλακος.

Οὕτω ποιῶν ἐπανέφερε τοὺς πεπλανημένους, ἀνώρθωσε τοὺς πεπτωκότας, ἥνωσε τὰ διεστῶτα καὶ ἡσύχασαν αἱ ταραχαὶ μεταξὺ τῶν ὁμοφύλων. Καθὼς δὲ ὁ Ἀπόστολος Παῦλος προβλέπων ἐκ θείου Πνεύματος, ὅτι ἐν τῇ Ρώμῃ μέλλει ἵνα λάβῃ τὸν ὑπὲρ Χριστοῦ ποθούμενον αὐτοῦ θάνατον, πέμψας ἀπὸ τῆς Μιλήτου ἐκάλεσεν εἰς Ἔφεσον τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, ἐλθόντων δὲ αὐτῶν τοὺς παρήγγειλε νὰ προσέχωσι καλῶς «ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ» κτλ. τέλος δὲ παρέδωκε τὴν ἐπιστασίαν καὶ φροντίδα τῆς Ἐκκλησίας εἰς τοὺς πρεσβυτέρους τῆς Ἐφέσου, οὕτω καὶ ὁ Ἅγιος Μᾶρκος, ἀσθενήσας μικρὸν καὶ γνωρίσας ὅτι ἀπέρχεται τοῦ παρόντος βίου, ἐμήνυσε δι’ ἐπιστολῆς πρὸς Γεώργιον τὸν Σχολάριον (μετέπειτα Γεννάδιον) καὶ ἐδεήθη αὐτοῦ, ἵνα ἀντ’ αὐτοῦ φροντίζῃ τοῦ λοιποῦ περὶ τοῦ ἐκκλησιαστικοῦ δόγματος κατὰ Λατίνων, καὶ νὰ πολεμῇ γενναίως ὑπὲρ τῆς Ὀρθοδόξου Ἀνατολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας ὡς ἐκεῖνος ἐπολέμει ἐναντίον τῆς ψυχοφθόρου ἑνώσεως, οὔσης ἔτι προσφάτου, ἐχούσης δὲ καί τινας ἐκ τῶν ἄλλοτε ἡμετέρων βοηθούς· ταῦτα καὶ ἔτι περισσότερα γράψας πρὸς τὸ τέλος ἐδεήθη αὐτοῦ οὕτω· «Περὶ οὗ φημι ἀποκριθήτω μοι, ἵνα λάβω τελείαν πληροφορίαν, τῆς παρούσης ζωῆς ἐξερχόμενος, καὶ μὴ ἀηδῶς ἀποβιώσω ὡς ἀπεγνωκὼς τὴν τῆς Ἐκκλησίας διόρθωσιν». Ὦ σπλάγχνα! ὦ ψυχὴ ὄντως θεία καὶ Ἀποστολική! ὦ μέριμνα, κατὰ Παῦλον, πασῶν τῶν Ἐκκλησιῶν!

Ὁ δὲ Σχολάριος, προθύμως ἀποδεχθεὶς τὴν ἐπιταγὴν τοῦ Ἁγίου, ἀπεκρίθη μὲ βαθυτάτην μετριοφροσύνην καὶ εὐλάβειαν προς αὐτόν· ἵνα δὲ, μὴ γράφωμεν αὐτολεξεὶ περιττῶς ὅλην τὴν ἐπιστολήν, ἀρκεῖ ἵνα γράψωμεν μόνην τὴν ὑπόσχεσιν, ἥτις ἐπὶ λέξει ἔχει οὕτως· «Εἰ δέ γε, φησί, κρίμασιν οἷς οἶδε Θεὸς ἐντεῦθεν ἀποδημήσεται, πρὸς ὃν ἡτοίμασας σεαυτῷ τόπον τῆς ἀναπαύσεως, καὶ δι’ ἡμετέραν ἴσως ἀναξιότητα, ἔνθα εἶ αὐτὸς ἄξιος, ἀπαθὴς πληροφορῶν λέγω σοι ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν Ἁγίων Ἀγγέλων τῶν ἀοράτως παρισταμένων νῦν ἡμῖν, καὶ τῶν παρευρεθέντων ἐνταῦθα πολλῶν καὶ ἀξιολόγων ἀνδρῶν, ὅτι ἔσομαι ἐγὼ αὐτὸς ἐν τοῖς τοιούτοις ἀντὶ σοῦ, καὶ ἀντὶ τοῦ σοῦ στόματος, ὅσα αὐτὸς ἐσπούδασας καὶ παρεδίδου, στέργω καὶ αὐτὸς καὶ ὑποστηρίζω καὶ πᾶσι ὑποτιθεὶς (ἤτοι διδάσκων) μηδὲν οὐδ’ ὅλως τῶν τοιούτων καθυθεὶς (ἤτοι παραβαίνων) τὸ παράπαν, ἀλλὰ μέχρι τῶν ἐσχάτων κινδύνων αἵματός τε καὶ θανάτου ἀγωνιζόμενος. Καὶ εἰ μικρὰ πάνυ τυγχάνει ἡ ἐμὴ περὶ τὰ τοιοῦτα πεῖρα καὶ δύναμις, ἀλλ’ οὖν πείθομαι ὅτι ἡ μεγάλη σου ἁγιωσύνη ἀναπληρώσει τὰ ἐμὰ ἐλλείμματα, καὶ παρὼν ἡμῖν ἐνταῦθα, τῇ ἑνούσῃ σοι περὶ τὰ τοιαῦτα τελειότητι, καὶ ἀπάρας, ταῖς σαῖς πρὸς Θεὸν παρρησιάστοις ἐντεύξεσι».


Ὑποσημειώσεις

[1] Τὰ ἀντιρρητικὰ αὐτοῦ εὑρήσεις ἐν Τόμῳ Καταλλαγῆς, σελ. 206.

[2] Ὅρα ἐν τῷ Τόμῳ Χαρᾶς, σελ. 611.

[3] Οὗτος εἶναι Ἰωάννης Η’ ὁ Παλαιολόγος βασιλεύσας κατὰ τὰ ἔτη 1423-1448, προτελευταῖος αὐτοκράτωρ τοῦ Βυζαντίου, τὸν ὁποῖον ἀποθανόντα διεδέχθη ὁ ἀδελφός του Κωνσταντῖνος ὁ ΙΑ’.

[4] Μανουὴλ Β’ ὁ Παλαιολόγος υἱὸς τοῦ Ἰωάννου Ε’ καὶ πατὴρ τοῦ Ἰωάννου Η’, ἐβασίλευσε κατὰ τὰ ἔτη 1391-1425. Εἰς τὸ τέλος τῆς ζωῆς του ἐγένετο Μοναχός.

[5] Ὡς σημειοῖ καὶ ὁ Ἱεροσολύμων Νεκτάριος ἐν τῷ θ’ (9ῳ) τμήματι τοῦ Συνταγματίου αὐτοῦ σελ. 185 καὶ 186.