Εἰ οὐκ ἦν σάρξ, τίνος ἐν χερσὶ πληγὰς ἥλων καὶ λόγχης ἐν πλευρᾷ ἐψηλάφησε Θωμᾶς; Καὶ εἰ μὴ ἦν Θεός, τίνι ἀνέκραξεν· «ὁ Κύριός μου καὶ ὁ Θεός μου;». Εἰ οὐκ ἦν σάρξ, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος τίς ἔφαγε; Καὶ εἰ μὴ ἦν Θεός, ἐν κελεύσματι τίνος ἐπληρώθη τὸ δίκτυον ἰχθύων; Εἰ οὐκ ἦν σάρξ, οἱ Ἀπόστολοι καὶ οἱ Ἄγγελοι τίνα ἐθεάσαντο ἀναλαμβανόμενον εἰς τὸν οὐρανόν; Καὶ εἰ μὴ ἦν Θεός, ὁ οὐρανὸς τίνι ἠνοίχθη, καὶ αἱ δυνάμεις τίνι προσεκύνησαν τρόμῳ; καὶ Πατὴρ τίνα προετρέπετο, κάθου ἐκ δεξιῶν μου καὶ τὰ ἑξῆς; Εἰ οὐκ ἦν Θεὸς καὶ ἄνθρωπος, ψευδὴς ἡ σωτηρία ἡμῶν λοιπόν· ψευδεῖς καὶ αἱ φωναὶ τῶν Προφητῶν. Ἀλλ’ ἠλήθευσαν οἱ Προφῆται, καὶ ἀψευδεῖς αὐτῶν αἱ μαρτυρίαι. Ἃ ἐκελεύσθησαν, τὸ Πνεῦμα τὸ Ἅγιον δι’ αὐτῶν ἐλάλει, διὸ καὶ Ἰωάννης, ὁ ἁγνὸς καὶ παρθένος, ἐπὶ τῷ στήθει τῆς φλογὸς ἀναπεσών, ἐπικυρῶν τὰς τῶν Προφητῶν φωνάς, θεολογῶν ἐν Εὐαγγελίοις ἐδίδαξεν ἡμᾶς λέγων· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Πάντα δί’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε· καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν». Ὁ ἐκ Θεοῦ Θεὸς Λόγος, καὶ ἐκ Πατρὸς Υἱὸς μονογενής, ὁμοούσιος τῷ Πατρὶ ὁ ὢν ἐκ τοῦ ὄντος προαιώνιος Λόγος· ἐκ Πατρὸς γεννηθεὶς ἄνευ μητρὸς πρὸ πάντων τῶν αἰώνων ἀρρήτως· ὁ αὐτὸς ἐπ’ ἐσχάτων τίκτεται ἐκ θυγατρὸς ἀνθρώποι, ἐκ Μαρίας τῆς Παρθένου, ἄνευ πατρός, Θεὸς σεσαρκωμένος, φορέσας ἐξ αὐτῆς σάρκα, καὶ γενόμενος ἄνθρωπος, ὅπερ οὐκ ἦν, ἵνα τὸν κόσμον σώσῃ. Καὶ αὐτός ἐστιν ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ ὁ μονογενὴς ἐκ Πατρός, καὶ ἐκ μητρὸς μονογενής.
Ὁμολογῶ τὸν αὐτόν, Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ἐν δύο ταῖς φύσεσι καθ’ ὑπόστασιν, ἤτοι πρόσωπον, ἡνωμέναις γνωριζόμενον ἀδιαιτέρως τε καὶ ἀσυγχύτως καὶ ἀτρέπτως, σάρκα ἐνδυσάμενον τὴν ἐμψυχωμένην, ψυχῇ λογικῇ τε καὶ νοερᾷ κατὰ πάντα γενόμενον ἡμῖν ὁμοιοπαθῆ, δίχα μόνον τῆς ἁμαρτίας. Ὁ αὐτὸς ἐπίγειος καὶ οὐράνιος, πρόσκαιρος καὶ ἀΐδιος, ἠργμένος καὶ ἄναρχος, ἄχρονος καὶ ὑπὸ χρόνον, κτιστὸς καὶ ἄκτιστος, παθητὸς, καὶ ἀπαθής, Θεὸς καὶ ἄνθρωπος, κατ’ ἄμφω τέλειος, ἐν δύο καὶ ἐν δυσὶν εἷς. Ἓν πρόσωπον τοῦ Πατρός, καὶ ἓν πρόσωπον τοῦ Υἱοῦ, καὶ ἓν πρόσωπον τοῦ Ἁγίου Πνεύματος. Μία Θεότης, μία δύναμις, μία Βασιλεία ἐν τρισὶ προσώποις, ἤτοι ὑποστάσεσιν.