Λόγος Β’. Εἰς τὴν Θείαν ΜΕΤΑΜΟΡΦΩΣΙΝ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἑφραὶμ τοῦ Σύρου.

Αὐτὴν οὖν τὴν δόξαν τῆς θεότητος αὐτοῦ, ἄδηλον δὲ καὶ κεκρυμμένην ἐν τῇ ἀνθρωπότητι, ἀπέδειξε τοῖς Ἀποστόλοις ἐν τῷ ὄρει· εἶδον γὰρ τὸ ποόσωπον αὐτοῦ ὡς ἀστραπὴν λάμπον· καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς. Δύο ἡλίους οἱ μαθηταὶ ἔβλεπον ἕνα ἐν τῷ οὐρανῷ κατὰ τὸ ἔθος· καὶ ἕνα παρὰ τὸ ἔθος· ἕνα τὸν φαίνοντα αὐτοῖς, καὶ τὸν κόσμον καταυγάζοντα ἐν τῷ στερεώματι· καὶ ἕνα αὐτοῖς μόνοις φαίνοντα τὸ πρόσωπον αὐτοῦ εἰς αὐτούς. «Τὰ δὲ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς»· ἔδειξεν ὅτι ἐξ ὅλου τοῦ σώματος αὐτοῦ ἔβρυεν ἡ δόξα τῆς θεότητος αὐτοῦ, καὶ ἐξ ὅλων τῶν μελῶν αὐτοῦ ἔλαμπε τὸ φῶς αὐτοῦ. Οὐ γὰρ ὡς Μωσῆς ἔξωθεν ἡ σὰρξ αὐτοῦ ἔλαμψεν ἐν εὐπρεπείᾳ ἀλλ’ ἐξ αὐτοῦ ἔβρυεν ἡ δόξα τῆς θεότητος αὐτοῦ. Ἀνέτειλε τὸ φῶς αὐτοῦ, καὶ ἐν αὐτῷ συνήχθη. Οὔτε γὰρ εἰς ἄλλο μέρος ἀπῆλθε καὶ εἴασεν αὐτόν, ὅτι οὐκ ἦλθεν ἐκ πλαγίου ἑτέρου καὶ ἐκόσμησεν αὐτόν, οὐκ ἂν ἐν χρήσει αὐτοῦ ἦν. Καὶ οὐχ ὅλην τὴν ἄβυσσον τῆς δόξης αὐτοῦ παρέδειξεν, ἀλλ’ ὅσον ἐχώρησε τὸ μέτρον τῶν κορῶν τῶν ὀφθαλμῶν αὐτῶν.

Καὶ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας λαλοῦντες μετ’ αὐτοῦ. Καὶ οἱ λόγοι αὐτῶν οἱ μετ’ αὐτοῦ τοιοῦτοι ἦσαν. Χάριν ὡμολόγουν αὐτῷ, ὅτι οἱ λόγοι αὐτῶν ἐπληρώθησαν, καὶ πάντων τῶν σὺν αὐτοῖς Προφητῶν, ἐν τῇ παρουσίᾳ αὐτοῦ. Προσκύνησιν αὐτῷ προσέφερον ὑπὲρ τῆς σωτηρίας, ἧς ἐποίησε τῷ κόσμῳ τῷ γένει τῶν ἀνθρώπων, καὶ τὸ μυστήριον ὃ ἐζωγράφησαν αὐτοί, αὐτὸς ἔργῳ ἐπλήρωσε. Χαρὰ τοῖς Προφήταις καὶ τοῖς Ἀποστόλοις ἐν αὐτῇ τῇ ἀναβάσει τοῦ ὄρους ἐγένετο. Ἐχάρησαν δὲ καὶ οἱ Ἀπόστολοι ἰδόντες τὴν δόξαν τῆς θεότητος αὐτοῦ, ἣν οὐκ ἔγνωσαν, καὶ ἀκούσαντες τῆς φωνῆς τοῦ Πατρός, μαρτυρούσης τῷ Υἱῷ καὶ δι’ αὐτῆς ἔγνωσαν τὴν ἀνθρωπότητα αὐτοῦ, ἥτις ἦν ἄδηλος παρ’ αὐτοῖς. Καὶ ἐπίστωσεν αὐτοὺς μετὰ τῆς φωνῆς τοῦ Πατρὸς ἡ φανεῖσα δόξα τοῦ σώματος αὐτοῦ, ἐκ τῆς ἐν αὐτῷ ἑνωθείσης ἀτρέπτως καὶ ἀσυγχύτως θεότητος.

Καὶ ἐσφραγίσθη ἡ μαρτυρία τῶν τριῶν ἐν τῇ πατρικῇ φωνῇ καὶ τῷ Μωσῇ καὶ τῷ Ἠλίᾳ οἵτινες παρειστήκεισαν αὐτῷ ὡς δοῦλοι· καὶ ὁ εἷς τὸν ἕτερον ἔβλεπον οἱ Προφῆται τοὺς Ἀποστόλους· καὶ οἱ Ἀπόστολοι τοὺς Προφήτας εἶδον ἐκεῖ ἀλλήλους οἱ ἀρχηγοὶ τῆς Παλαιᾶς Διαθήκης, τοὺς ἀρχηγοὺς τῆς Νέας, εἶδε Μωσῆς ὁ Ἅγιος τὸν Σίμωνα ἁγιασθέντα· εἶδεν ὁ οἰκονόμος τοῦ Πατρὸς τὸν ἐπίτροπον τοῦ Υἱοῦ.


Ὑποσημειώσεις

[1] Χώρα: γῆ καλλιεργήσιμος, χωράφιον μέγα.