Λόγος Β’. Εἰς τὴν Θείαν ΜΕΤΑΜΟΡΦΩΣΙΝ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἑφραὶμ τοῦ Σύρου.

ΕΙΚΟΝΑ
Θαυμάσιον ψηφιδωτὸν τῆς Ἱ. Μονῆς Δαφνίου Ἀθηνῶν.
Ἔργον ΙΑʹ αἰῶνος.

ΕΚ ΤΗΣ ΧΩΡΑΣ [1], θέρους χαρμονή· ἐκ τοῦ ἀμπελῶνος, καρποὶ ἐδεσμάτων· καὶ ἐκ τῶν θείων Γραφῶν, διδαχὴ ζωοποιός. Ἡ χώρα εἰς ἕνα καιρὸν ἔχει τὸ θέρος, καὶ ἡ ἄμπελος εἰς ἕνα καιρὸν ἔχει τὸν τρυγητόν, ἡ Γραφὴ δὲ πάντοτε ἀναγινωσκομένη ἀναβλύζει διδαχὴν ζωοποιόν. Ἡ χώρα, ὅταν θερισθῇ, ἀπέσχε· καὶ ἡ ἄμπελος, ὅταν τρυγηθῇ ταπεινοῦται· ἡ Γραφὴ δὲ καθ’ ἡμέραν θερίζεται, καὶ οἱ στάχυες τῶν ἑρμηνευόντων ἐν αὐτῇ οὐκ ἐκλείπουσι καὶ καθ’ ἡμέραν τρυγεῖται, καὶ οἱ βότρυες τῆς ἐν αὐτῇ ἐλπίδος οὐ δαπανῶνται. Ἐγγίσωμεν τοίνυν ταύτῃ τῇ χώρᾳ καὶ τῶν αὐλάκων αὐτῆς τῶν ζωοποιῶν ἀπολαύσωμεν· καὶ θερίσωμεν ἐξ αὐτῆς, στάχυας ζωῆς, τοὺς λόγους τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ εἰπόντος πρὸς τοὺς ἑαυτοῦ Μαθητάς· «Εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ». «Καὶ μεθ’ ἡμέρας ἓξ παραλαμβάνει τὸν Σίμωνα Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τον ἀδελφὸν αὐτοῦ, εἰς ὄρος ὑψηλὸν λίαν· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ τὸ πρόσωπον αὐτοῦ ἔλαμψεν ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὑτοῦ ἐγένοντο λευκὰ ὡς τὸ φῶς».

Ἄνδρες, οὓς εἶπεν, ἵνα μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν τύπον τῆς ἐλεύσεως αὐτοῦ, οὗτοί εἰσιν οὓς παραλαβὼν ἀνήγαγεν εἰς τὸ ὄρος, καὶ ἔδειξεν αὐτοῖς πῶς μέλλει ἔρχεσθαι ἐν τῇ ἡμέρᾳ τῇ ἐσχάτῃ ἐν τῇ δόξῃ τῆς θεότητος αὐτοῦ, καὶ ἐν τῷ σώματι τῆς ἀνθρωπότητος αὐτοῦ. Ἀνήγαγε δὲ αὐτοὺς εἰς τὸ ὄρος, ἵνα δείξῃ αὐτοῖς, τίς ὁ Υἱός, καὶ τίνος. Ὅταν γὰρ ἠρώτησεν αὐτούς, τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου, λέγουσιν αὐτῷ· οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν Προφητῶν. Διὰ τοῦτο ἀναφέρει αὐτοὺς εἰς τὸ ὄρος, καὶ δείκνυσιν αὐτοῖς, ὅτι οὐκ ἔστιν Ἠλίας, ἀλλὰ Θεὸς τοῦ Ἠλία· οὐδὲ πάλιν Ἱερεμίας, ἀλλ’ ὁ ἁγιάσας Ἱερεμίαν ἐν τῇ κοιλίᾳ τῆς μητρός· οὐδὲ εἷς τῶν Προφητῶν, ἀλλ’ ὁ Κύριος τῶν Προφητῶν, ὁ καὶ πέμψας αὐτούς· καὶ δείκνυσιν αὐτοῖς, ὅτι αὐτός ἐστιν ὁ ποιητὴς οὐρανοῦ καὶ γῆς, καὶ αὐτός ἐστι Κύριος ζώντων καὶ νεκρῶν.


Ὑποσημειώσεις

[1] Χώρα: γῆ καλλιεργήσιμος, χωράφιον μέγα.