Λόγος Β’. Εἰς τὴν Θείαν ΜΕΤΑΜΟΡΦΩΣΙΝ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἑφραὶμ τοῦ Σύρου.

Μονογενὴς ἐκ Πατρός, καὶ ἐκ Μαρίας μονογενής· καὶ ὁ μερίζων μερισθήσεται ἐκ τῆς Βασιλείας αὐτοῦ, καὶ ὁ συγχέων αὐτοῦ τὰς φύσεις ἀπολεῖται ἐκ ζωῆς αὐτοῦ· ὁ ἀρνούμενος ὅτι οὐκ ἐγέννησε Θεὸν ἡ Μαρία, μὴ ἴδοι τὴν δόξαν τῆς Θεότητος αὐτοῦ· καὶ ὁ ἀρνούμενος ὅτι οὐκ ἐφόρεσε σάρκα ἀναμάρτητον, ἔσται ἐρριμμένος ἐκ τῆς σωτηρίας, καὶ ἐκ τῆς ζωῆς τῆς διὰ τοῦ σώματος αὐτοῦ διδομένης. Αὐτὰ τὰ πράγματα μαρτυροῦσι, καὶ αἱ δυνάμεις αὐτοῦ αἱ θεϊκαὶ διδάσκουσι τοὺς διακριτικούς, ὅτι ἐστὶ Θεὸς ἀληθινός· καὶ τὰ πάθη αὐτοῦ δηλοῦσιν, ὅτι ἐστὶν ἄνθρωπος ἀληθινός· καὶ ἐὰν οὐ πληροφοροῦνται οἱ ἀσθενεῖς τῇ διανοίᾳ ἀποτίσουσι δίκην ἐν τῇ ἡμέρᾳ αὐτοῦ τῇ φοβερᾷ.

Εἰ οὐκ ἦν σάρξ, Μαρία ἐν τῷ μέσῳ τί παρήχθη; Καὶ εἰ μὴ ἦν Θεός, Γαβριὴλ Κύριον τίνα ἐκάλει; εἰ οὐκ ἦν σάρξ, ἐν τῇ φάτνῃ τίς ἀνέκειτο; Καὶ εἰ μὴ ἦν Θεός, ἄγγελοι καταβάντες τίνα ἐδόξαζον; Εἰ οὐκ ἦν σάρξ, σπαργάνοις τίς εἱλίσσετο; Καὶ εἰ μὴ ἦν Θεός, οἱ ποιμένες τίνα προσεκύνουν; Εἰ οὐκ ἦν σάρξ, Ἰωσὴφ τίνα περιέτεμε; Καὶ εἰ μὴ ἦν Θεός, ὁ ἀστὴρ ἐν οὐρανῷ εἰς τιμὴν τίνος ἔτρεχεν; Εἰ οὐκ ἦν σάρξ, Μαρία τίνα ἐθήλαζε; Καὶ εἰ μὴ ἦν Θεός, οἱ μάγοι δῶρα τίνι προσέφερον; Εἴ οὐκ ἦν σάρξ, Συμεὼν ἐν ἀγκάλαις τίνα ἐβάσταζε; Καὶ εἰ μὴ ἦν Θεός, τίνι ἔλεγεν, ἀπόλυσόν με μετ’ εἰρήνης; Εἰ οὐκ ἦν σάρξ, Ἰωσὴφ τίνα λαβὼν εἰς Αἴγυπτον ἔφυγε; Καὶ εἰ μὴ ἦν Θεός, τὸ ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν, ἐπὶ τίνι ἐπληρώθη; Εἰ οὐκ ἦν σάρξ, Ἰωάννης τίνα ἐβάπτισε; Καὶ εἰ μὴ ἦν Θεός, ὁ Πατὴρ ἐξ οὐρανοῦ τίνι ἔλεγεν, «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα;». Εἰ οὐκ ἦν σάρξ, τίς ἐνήστευσε καὶ ἐπείνασεν ἐν τῇ ἐρήμῳ; Καὶ εἰ μὴ ἦν Θεός, οἱ ἄγγελοι καταβάντες τίνι διηκόνουν; Εἰ οὐκ ἦν σάρξ, τίς ἐκλήθη εἰς τοὺς γάμους ἐν Κανᾷ τῆς Γαλιλαίας; Καὶ εἰ μὴ ἦν Θεός, τὸ ὕδωρ εἰς οἶνον τίς μετέβαλεν;

Εἰ οὐκ ἦν σάρξ, οἱ ἄρτοι εἰς χεῖρας τίνος ἔκειντο; Καὶ εἰ μὴ ἦν Θεός, ὄχλους καὶ χιλιάδας ἐκτὸς γυναικῶν καὶ παιδίων ἐν τῇ ἐρήμῳ τίς ἐχόρτασεν ἐκ πέντε ἄρτων καὶ δύο ἰχθύων; Εἰ οὐκ ἦν σάρξ, ἐν τῷ πλοίῳ τίς ἐκάθευδε; Καὶ εἰ μὴ ἦν Θεός, τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ τίς ἐπετίμα; Εἰ οὐκ ἦν σάρξ, Σίμων ὁ Φαρισαῖος μετὰ τίνος ἤσθιε; Καὶ εἰ μὴ ἦν Θεός, τὰ πλημμελήματα τῆς ἁμαρτωλοῦ τίς συνεχώρει: Εἰ οὐκ ἦν σάρξ, ἐπάνω τοῦ φρέατος κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας τίς ἐκάθητο;


Ὑποσημειώσεις

[1] Χώρα: γῆ καλλιεργήσιμος, χωράφιον μέγα.