Λόγος Β’. Εἰς τὴν Θείαν ΜΕΤΑΜΟΡΦΩΣΙΝ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἑφραὶμ τοῦ Σύρου.

Καὶ εἰ μὴ ἦν Θεός, ὕδωρ ζῶν τῇ Σαμαρείτιδι τίς ἐδίδου, καὶ ἤλεγχεν ἐπεὶ πέντε ἄνδρας ἔσχεν; Εἰ μὴ ἦν σάρξ, ἐνδύματα ἀνθρώπου τίς ἐφόρει; Καὶ εἰ μὴ ἦν Θεός, δυνάμεις τίς ἐποίει καὶ θαύματα; Εἰ μὴ ἦν σάρξ, εἰς τὴν γῆν τίς ἔπτυσε καὶ πηλὸν ἐποίησε; Καὶ εἰ μὴ ἦν Θεός, ἐκ τοῦ πηλοῦ ὀφθαλμοὺς τίς ἀναβλέπειν ἠνάγκαζεν; Εἰ μὴ ἦν σάρξ, ἐν τῷ μνημείῳ τοῦ Λαζάρου τίς ἔκλαιε; Καὶ εἰ μὴ ἦν Θεός, νεκρὸν ὄντα τετραήμερον κελευστικῶς τίς ἐξέβαλεν; Εἰ μὴ ἦν σάρξ, ἐπὶ τοῦ πώλου τίς ἐκάθισε; Καὶ εἰ μὴ ἦν Θεός, οἱ ὄχλοι μετὰ δόξης εἰς ἀπάντησιν τίνος ἐξήρχοντο; Εἰ μὴ ἦν σάρξ, οἱ Ἰουδαῖοι τίνα ἐκράτησαν; Καὶ εἰ μὴ ἦν Θεός, τίς ἐκέλευσε τῇ γῇ, καὶ ἐπὶ πρόσωπον αὐτοὺς ἔρριψεν; Εἰ οὐκ ἦν σάρξ, ραπισμῷ τίς ἐρραπίζετο; Καὶ εἰ μὴ ἦν Θεός, τὸ ὠτίον τὸ ἀποτμηθὲν διὰ τοῦ Πέτρου τίς ἐθεράπευσε καὶ ἀποκατέστησεν εἰς τὸν τόπον αὐτοῦ;

Εἰ οὐκ ἦν σάρξ, τὸ πρόσωπον τίνος, ἐμπτύσματα ἐδέχετο; Καὶ εἰ μὴ ἦν Θεός, Πνεῦμα ἅγιον εἰς τὰ πρόσωπα τῶν Ἀποστόλων τίς ἐνεφύσησε; Εἰ οὐκ ἦν σάρξ, ἔμπροσθεν τοῦ Πιλάτου ἐν τῷ κριτηρίῳ τίς παρίστατο; Καὶ εἰ μὴ ἦν Θεός, τὴν γυναῖκα τοῦ Πιλάτου κατ’ ὄναρ τίς ἐφόβει; Εἰ οὐκ ἦν σάρξ, ἱμάτια τίνος ἀπέδυσαν καὶ ἐμερίσαντο οἱ στρατιῶται; Καὶ εἰ μὴ ἦν Θεός, ὁ ἥλιος πῶς ἐσκοτίσθη ἐπὶ τοῦ σταυροῦ; Εἰ οὐκ ἦν σάρξ, ἐν τῷ σταυρῷ τίς ἐκρέματο; Καὶ εἰ μὴ ἦν Θεός, τὴν γῆν ἐκ θεμελίων τίς ἔσεισεν; Εἰ οὐκ ἦν σάρξ, ἥλοις τίνος χεῖρες καὶ πόδες καθηλώθησαν; Καὶ εἰ μὴ ἦν Θεός, τὸ καταπέτασμα τοῦ Ναοῦ πῶς ἐσχίσθη καὶ αἱ πέτραι ἐρράγησαν καὶ οἱ τάφοι ἠνεῴχθησαν; Εἰ οὐκ ἦν σάρξ, «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες», τίς ἔκραξε; Καὶ εἰ μὴ ἦν Θεός, «Πάτερ, συγχώρησον αὐτοῖς», τίς εἶπεν; Εἰ οὐκ ἦν σάρξ, ἐν τῷ σταυρῷ μετὰ τῶν ληστῶν τίς ἐκρέματο; Καὶ εἰ μὴ ἦν Θεός, τῷ ληστῇ πῶς ἔλεγε, «Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ;». Εἰ μὴ ἦν σάρξ, ὄξος καὶ χολὴν τίνι προσήνεγκαν; Καὶ εἰ οὐκ ἦν Θεός, ὁ ᾅδης τίνος φωνὴν ἀκούσας ἐτρόμησεν; Εἰ μὴ ἦν σάρξ, ἡ λόγχη πλευρὰν τίνος ἔνυξε καὶ ἐξῆλθεν αἷμα καὶ ὕδωρ; Καὶ εἰ μὴ ἦν Θεός, πύλας ᾅδου τίς συνέτριψε καὶ δεσμὰ διέρρηξε καὶ κελεύσει τίνος νεκροὶ ἀποκεκλεισμένοι ἐξήρχοντο; Εἰ μὴ ἦν σάρξ, οἱ Ἀπόστολοι ἐν τῷ ὑπερῴῳ τίνα εἶδον; Καὶ εἰ οὐκ ἦν Θεός, τῶν θυρῶν κεκλεισμένων πῶς εἰσῆλθεν;


Ὑποσημειώσεις

[1] Χώρα: γῆ καλλιεργήσιμος, χωράφιον μέγα.