Λόγος Β’. Εἰς τὴν Θείαν ΜΕΤΑΜΟΡΦΩΣΙΝ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἑφραὶμ τοῦ Σύρου.

Ὁ μὲν ἔσχισε θάλασσαν τοῦ περιπατεῖν λαὸν ἐν μέσῳ κυμάτων, ὁ δὲ ἤγειρε σκηνὴν τοῦ οἰκοδομῆσαι τὴν Ἐκκλησίαν. Εἶδεν ὁ παρθένος τῆς Παλαιᾶς Διαθήκης, τὸν παρθένον τῆς Νέας· Ἠλίας τὸν Ἰωάννην. Ὁ ἀναβὰς ἐπὶ τὸ ἅρμα τοῦ πυρός, τὸν ἀναπεσόντα ἐπὶ τὸ στῆθος τῆς φλογός. Καὶ ἐγένετο τὸ ὄρος εἰς τύπον τῆς Ἐκκλησίας· καὶ ἥνωσεν ἐν αὐτῷ ὁ Ἰησοῦς τὰς δύο Διαθήκας, ἃς ἀπεδέξατο ἡ Ἐκκλησία, καὶ ἐγνώρισεν ἡμῖν, ὅτι αὐτοῦ ἡ ἑτέρα ἐφανέρωσε τὴν δόξαν τῶν ἔργων αὐτοῦ.

Εἶπε, Σίμων· «Καλὸν ἡμῖν, ἐστιν ὧδε εἶναι, Κύριε». Ὦ Σίμων, τί λέγεις; Εὰν ὧδε μένωμεν, τὸν λόγον τῶν Προφητῶν τίς πληροῖ; τὰ ρήματα τῶν κηρύκων τίς σφραγίζει; τὰ μυστήρια τῶν δικαίων τίς τελειοῖ; Εἰ ὧδε μένομεν, τὸ ὤρυξαν χεῖράς μου καὶ πόδας μου ἐπὶ τίνι πληροῦται; Τὸ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, τίνι ἁρμόζει; Τὸ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος, τίνι συμβήσεται; Τὸ ἐν νεκροῖς ἐλεύθερον, τίς βεβαιοῖ; Ἐὰν ὧδε μένωμεν, τὸ χειρόγραφον τοῦ Ἀδὰμ τίς σχίσει; καὶ τὸ χρέος αὐτοῦ τίς ἀποτίσει; Καὶ τὸ ἔνδυμα τῆς δόξης αὐτῷ τίς ἀποκαθιστᾷ; Ἐὰν ὧδε μένωμεν, ἅ εἶπόν σοι πῶς γενήσονται; Ἡ Ἐκκλησία πῶς οἰκοδομηθήσεται; τὰς κλεῖς τῆς Βασιλείας τῶν οὐρανῶν πῶς λήψῃ παρ’ ἐμοῦ; Τίνα δήσεις; Τίνα λύσεις; Ἐὰν ὧδε μένωμεν, ἀργοῦσι πάντα τὰ ρηθέντα διὰ τῶν Ἁγίων Προφητῶν.

Εἶπε πάλιν· «Ποιήσωμεν ὧδε τρεῖς σκηνάς, Σοὶ μίαν, καὶ Μωσῆ μίαν, καὶ Ἠλίᾳ μίαν». Ὁ Σίμων ἐπέμφθη οἰκοδομῆσαι τὴν Ἐκκλησίαν ἐν τῷ κόσμῳ· καὶ αὐτὸς θέλει, ἵνα μένῃ ὧδε, ὅπως ποιῇ σκηνὰς ἐν τῷ ὄρει· ἀκμὴν γὰρ ἀνθρωπίνως προσεῖχε τῷ Ἰησοῦ, καὶ μετὰ Μωσέως καὶ Ἠλία κατέστησεν αὐτόν. Καὶ παρ’ αὐτὰ ἔδειξεν αὐτῷ ὅτι οὐ χρήζει τῆς σκηνῆς αὐτοῦ. Αὐτὸς γὰρ ἦν ὁ ποιήσας τοῖς πατράσιν αὐτοῦ σκηνὴν νεφέλης ἐν τῇ ἐρήμῳ. «Ἔτι γὰρ αὐτῶν λαλούντων, ἰδοὺ νεφέλη φωτὸς ἐπεσκίασεν αὐτούς». Βλέπεις, Σίμων, σκηνὴν ἄνευ κόπου; Σκηνὴν κωλύουσαν καῦμα, καὶ μὴ ἔχουσαν σκότος; Σκηνὴν ἀπαστράπτουσαν καὶ φαίνουσαν;

Καὶ τῶν μαθητῶν θαυμαζόντων, ἰδού, φωνὴ ἠκούσθη ἐκ τῆς νεφέλης, παρὰ Πατρός, λέγουσα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε». Μετὰ τῆς φωνῆς τοῦ Πατρός, Μωσῆς ὑπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ· καὶ Ἠλίας ὑπέστρεψεν εἰς τὴν χώραν αὐτοῦ, καὶ οἱ Ἀπόστολοι ἐπὶ πρόσωπον ἔπεσον ἐπὶ τὴν γῆν καὶ ὁ Ἰησοῦ εἱστήκει μόνος, ὅτι ἡ φωνὴ ἐκείνη ἐπ’ αὐτῷ μόνῳ ἐπληροῦτο.


Ὑποσημειώσεις

[1] Χώρα: γῆ καλλιεργήσιμος, χωράφιον μέγα.