Λόγος Β’. Εἰς τὴν Θείαν ΜΕΤΑΜΟΡΦΩΣΙΝ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἑφραὶμ τοῦ Σύρου.

Ἔφυγον οἱ Προφῆται καὶ οἱ Ἀπόστολοι ἐπὶ τὴν γῆν ἔπεσον· ὅτι ἐπ’ αὐτοὺς οὐκ ἐπληροῦτο ἡ φωνὴ τοῦ Πατρὸς μαρτυροῦσα· οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. Ἐδίδαξεν αὐτοὺς ὁ Πατήρ, ὅτι ἐπληρώθη ἡ οἰκονομία τοῦ Μωσέως, καὶ ἵνα νῦν τοῦ Υἱοῦ ἀκούσωσιν. Ἐκεῖνος γάρ, ὡς δοῦλος, ἃ ἐκελεύσθη ἐλάλησε, καὶ ἃ ἐρρέθη αὐτῷ ἐκήρυξε· καὶ πάντες οἱ Προφῆται, ἕως οὗ ἦλθεν ᾧ ἀπόκειται, τοῦτ’ ἔστιν Ἰησοῦς· ὅς ἐστιν Υἱὸς καὶ οὐκ οἰκογενής· Κύριος, καὶ οὐ δοῦλος· δεσπόζων, καὶ οὐ δεσποζόμενος τῇ φύσει τῇ θεϊκῇ, οὗτος ὁ Υἱός μου ὁ ἀγαπητός. Τοῖς δὲ Ἀποστόλοις, ὃ ἦν παρ’ αὐτοῖς ἄδηλον, ὁ Πατὴρ ἐφανέρωσεν ἐν τῷ ὄρει. Ὁ ὢν μηνύει τὸν ὄντα· ὁ Πατὴρ φανεροῖ τὸν Υἱόν· ἐν αὐτῇ τῇ φωνῇ οἱ Ἀπόστολοι ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.

Βροντὴ γὰρ ἦν φοβερά, ὥστε ἐκ τῆς φωνῆς αὐτοῦ ἡ γῆ ἐτρόμαξε, καὶ οὗτοι ἔπεσον ἐπὶ τὴν γῆν. Ἔδειξεν αὐτοῖς, ὅτι ὁ Πατὴρ ἤγγισε καὶ ἐκάλεσεν αὐτοὺς ὁ Υἱὸς αὐτῇ φωνῇ αὐτοῦ, καὶ ἤγειρεν αὐτούς. Ὥσπερ γὰρ ἡ φωνὴ τοῦ Πατρὸς ἔρριψεν αὐτούς, οὕτω καὶ ἡ φωνὴ τοῦ Υἱοῦ ἐν τῇ ἰσχύϊ τῆς θεότητος αὐτοῦ ἤγειρεν αὐτούς, ἥτις ἐνοικήσασα αὐτῇ σαρκὶ αὐτοῦ καὶ ἑνωθεῖσα ἐν αὐτῇ ἀτρέπτως, ἀμφότερα ἐν μιᾷ ὑποστάσει καὶ ἑνὶ προσώπῳ ἀδιαιρέτως διαμένουσιν ἀσυγχύτως. Οὐχ ὡς Μωσῆς ἔξωθεν εὐπρεπὴς ἐγένετο, ἀλλ’ ὡς Θεὸς ἐν δόξῃ ἤστραπτε. Μωσῆς γὰρ τῇ ἐπιφανείᾳ τοῦ προσώπου αὐτοῦ ἐχρίσθη ἐν εὐπρεπείᾳ, Ἰησοῦς δὲ ὅλῳ τῷ σώματι αὐτοῦ, ὡς ὁ ἥλιος ἐν ταῖς ἀκτῖσιν αὐτοῦ, οὕτως ἤστραπτε τῇ δόξῃ τῆς θεότητος αὐτοῖ. Καὶ ὁ Πατὴρ ἔκραξεν «οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα· αὐτοῦ ἀκούετε». Οὐ κεχωρισμένον τῆς δόξης τοῦ Υἱοῦ τῆς θεότητος. Μία γὰρ φύσις, ὁ Πατήρ, καὶ ὁ Υἱὸς σὺν τῷ Ἁγίῳ Πνεύματι, μία δύναμις καὶ μία οὐσία, καὶ μία Βασιλεία, καὶ εἰς ἕνα ἔκραξε τὴν φωνὴν ἐν ὀνόματι ἐντελεῖ καὶ ἐν δόξῃ φοβερᾷ.

Καὶ ἡ Μαρία Υἱὸν αὐτὸν ἐκάλει, οὐ κεχωρισμένον τῷ σώματι τῷ ἀνθρωπίνῳ ἐκ τῆς δόξης αὐτοῦ τῆς θεότητος· εἷς γάρ ἐστι Θεὸς ἐν σώματι φανεὶς εἰς τὸν κόσμον. Ἡ δόξα αὐτοῦ ἐμήνυσε τὴν δόξαν τὴν θεϊκὴν τὴν ἐκ τοῦ Πατρός· καὶ τὸ σῶμα αὐτοῦ ἐμήνυσε τὴν ἀνθρωπίνην τὴν ἐκ τῆς Μαρίας· ἀμφοτέρας τὰς φύσεις συνελθούσας καὶ ἑνωθείσας ἐν μιᾷ ὑποστάσει.


Ὑποσημειώσεις

[1] Χώρα: γῆ καλλιεργήσιμος, χωράφιον μέγα.