Λόγος Β’. Εἰς τὴν Θείαν ΜΕΤΑΜΟΡΦΩΣΙΝ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἑφραὶμ τοῦ Σύρου.

Ἐκέλευσε γὰρ τῷ οὐρανῷ καὶ κατήγαγε τὸν Ἠλίαν· καὶ ἔνευσε τῇ γῇ, καὶ ἐπέστησε τὸν Μωσῆν ἀνήγαγεν αὐτοὺς εἰς τὸ ὄρος, ἵνα δείξῃ αὐτοῖς, ὅτι αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθείς, καὶ ἐπ’ ἐσχάτων ἐκ τῆς Παρθένου σαρκωθείς, ὡς οἰδεν αὐτός, ἀσπόρως τεχθεὶς καὶ ἀφράστως, ἄφθορον διατηρήσας τὴν παρθενίαν. Ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Ἐνῴκησε γὰρ τῇ αὐτῇ μήτρᾳ τῆς Παρθένου ὁ Θεὸς Λόγος, καὶ οὐ κατέφλεξε τὸ πῦρ τῆς θεότητος αὐτοῦ τὰ μέλη τοῦ σώματος τῆς Παρθένου, ἀλλὰ καὶ παρεφύλαξεν αὐτῇ τοῦ ἐννεαμηνιαίου χρόνου παρεκτάσει. Ἐνῴκησεν ἐν τῇ μήτρᾳ τῆς Παρθένου, μὴ βδελυξάμενος τὸ δυσῶδες τῆς φύσεως καὶ ἐξ αὐτῆς προῆλθε Θεὸς σεσαρκωμένος, ἵνα ἡμᾶς σώσῃ. Ἀνήγαγεν αὐτοὺς εἰς τὸ ὄρος ἵνα δείξῃ αὐτοῖς τὴν δόξαν τῆς θεότητος, καὶ νὰ γνωρίσῃ αὐτοῖς, ὅτι αὐτός ἐστιν ὁ λυτρούμενος τὸν Ἰσραήλ, καθὼς διὰ τῶν Προφητῶν ἐδήλωσε, καὶ νὰ μὴ σκανδαλισθῶσιν ἐν αὐτῷ βλέποντες αὐτοῦ τὰ ἑκούσια πάθη, ἃ ἔμελλε πάσχειν δι’ ἡμᾶς ἀνθρωπίνως.

Ἐγνώριζον γὰρ αὐτὸν ἄνθρωπον, καὶ οὐκ ἤδεισαν ὅτι ἐστὶ Θεός. Ἐγνώριζον αὐτὸν υἱὸν Μαρίας ἄνθρωπον, συναναστρεφόμενον αὐτοῖς ἐν τῷ κόσμῳ καὶ ἐγνώρισεν αὐτοῖς ἐν τῷ ὄρει, ὅτι αὐτός ἐστιν Υἱὸς τοῦ Θεοῦ. Εἶδον αὐτόν, ὅτι ἤσθιε καὶ ἔπινε καὶ ἐκοπία καὶ ἀνεπαύετο, καὶ ἐνύσταζε, καὶ ἐκοιμᾶτο καὶ ἐφοβεῖτο καὶ ἵδρου, ἃ τῇ φύσει τῆς θεότητος αὐτοῦ οὐχ ἥρμοζον, εἰ μὴ μόνον τῇ ἀνθρωπότητι. Καὶ διὰ τοῦτο ἀναφέρει αὐτοὺς εἰς ὄρος, ἵνα ὁ Πατὴρ φωνήσῃ τὸν Υἱόν, καὶ δείξῃ αὐτοῖς, ὅτι Υἱὸς αὐτοῦ ἐστιν ἐν ἀληθείᾳ καὶ Θεός. Ἀνήγαγεν αὐτοὺς εἰς ὄρος, καὶ ἔδειξεν αὐτοῖς τὴν Βασιλείαν αὐτοῦ πρὸ τοῦ πάθους αὐτοῦ, καὶ τὴν δύναμιν αὐτοῦ πρὸ τοῦ θανάτου αὐτοῦ, καὶ τὴν δόξαν αὐτοῦ πρὸ τῆς ὕβρεως αὐτοῦ, καὶ τὴν τιμὴν αὐτοῦ πρὸ τῆς ἀτιμίας αὐτοῦ, ἵνα, ὅταν κρατηθῇ καὶ σταυρωθῇ ὑπὸ τῶν Ἰουδαίων, γνώσωνται, ὅτι οὐ δι’ ἀσθένειαν ἐσταυρώθη, ἀλλ’ ὅτι εὐδοκίᾳ αὐτοῦ, ἑκουσίως εἰς σωτηρίαν τοῦ κόσμου. Ἀναγαγὼν αὐτοὺς εἰς τὸ ὄρος δείκνυσιν αὐτοῖς τὴν δόξαν τῆς θεότητος αὐτοῦ πρὸ τῆς ἀναστάσεως, ἵνα, ὅταν ἐκ νεκρῶν ἀναστῇ ἐν τῇ δόξῃ τῆς φύσεως τῆς θεότητος αὐτοῦ, γνώσωνται ὅτι οὐχ ὑπὲρ τοῦ κόπου αὐτοῦ ἔλαβε τὴν δόξαν, ὡς ἐνδεής, ἀλλ’ ἦν αὐτοῦ πρὸ αἰώνων σὺν τῷ Πατρὶ καὶ μετὰ τοῦ Πατρός, καθὼς εἶπεν ἐρχόμενος ἐπὶ τὸ ἑκούσιον πάθος· «Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί».


Ὑποσημειώσεις

[1] Χώρα: γῆ καλλιεργήσιμος, χωράφιον μέγα.