Ἑρμηνεία εἰς τὴν πρὸς Ἑβραίους Ἐπιστολὴν τὴν Ἀναγιγνωσκομένην τῇ Πρώτη Κυριακῇ ἐν ἧ καὶ ἡ ἑορτὴ τῶν ΑΓΙΩΝ ΠΑΝΤΩΝ. Τοῦ Νικηφόρου Θεοτόκη, διεσκευασμένη κατὰ τὴν φράσιν.

«Εὐπερίστατον» δὲ ἐκάλεσε τὴν ἁμαρτίαν, ἢ καθότι μετὰ εὐκολίας περικυκλοῖ ἡμᾶς, ἢ καθότι εὔκολα πάσχει τῆς νίκης τὴν περίστασιν, ἐπειδὴ ἐὰν θέλωμεν, εὔκολα νικῶμεν αὐτήν· ἢ καθότι εὐκόλως καὶ συνίσταται καὶ γίνεται. Διότι καὶ ὁ ὀφθαλμὸς δελεάζεται, καὶ ἡ ἀκοὴ καταθέλγεται, καὶ ἡ ὄσφρησις ἐκθηλύνεται, καὶ ἡ ἁφὴ γαργαλίζεται καὶ ἡ γλῶσσα παραφέρεται, καὶ ὁ λογισμὸς ἡμῶν ταχὺς εἶναι εἰς τὴν πονηρίαν. Καὶ Ἀρχηγὸν μὲν τῆς Πίστεως λέγει τὸν Ἰησοῦν Χριστόν, καθότι πρῶτος Αὐτὸς ἐδίδαξεν ἐντελῶς πάντα τὰ περὶ τῆς εἰς Αὐτὸν Πίστεως, καὶ καθότι διὰ τοῦ φωτισμοῦ τῆς θείας Αὐτοῦ Χάριτος σπείρει εἰς τὰς ψυχὰς ἡμῶν τῆς εὐσεβείας τὰ σπέρματα. «Τελειωτὴν» δέ, καθότι Αὐτὸς καὶ αὔξει καὶ θερμαίνει καὶ ἀναβιβάζει αὐτὴν εἰς τὴν τελειότητα.

Βλέπε, δὲ πῶς ὁ τοῦ Θεοῦ Ἀπόστολος πρῶτον ἱστόρησε τῆς Πίστεως τὰ κατορθώματα καὶ τῶν Ἁγίων ἀνδρῶν τὰ ἐνάρετα καὶ θαυμάσια ἔργα, ἔπειτα ὡς συμπέρασμα ἐπέφερε τὴν νουθεσίαν, λέγων· λοιπὸν ἐπειδὴ ἔχομεν τοσοῦτον πλῆθος Μαρτύρων κύκλῳ ἡμῶν, παριστώντων τῆς πίστεως καὶ τῆς ἀρετῆς τὰ παραδείγματα, ἀπορρίψαντες τὴν οἵησιν, τὴν ὑψηλοφροσύνην, τὴν ἔπαρσιν καὶ πᾶν ἄλλο τῆς ὑπερηφανείας εἶδος, ἀπορρίψαντες τὴν εὐκόλως συνιστωμένην καὶ τελουμένην ἁμαρτίαν, τρέχωμεν προθύμως τὸν ὑπὸ τοῦ Θὲοῦ προτεθέντα ἡμῖν ἀγῶνα, προσηλοῦντες τὰ ὄμματα τοῦ νοὸς ἡμῶν εἰς τὰ παθήματα τοῦ Ἀρχηγοῦ καὶ τελειωτοῦ τῆς πίστεως, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

                  

ΕΠΙΣΤΡΟΦΗ


Ὑποσημειώσεις

[1] Ἠδύνατο δηλαδὴ νὰ προσποιηθῇ μόνον, ὅτι ἔφαγε χοίρειον κρέας, ὡς συνεβούλευον αὐτὸν οἰ τύραννοι, οἵτινες ἐξετίμων αὐτὸν διὰ τὴν ἡλικίαν (ἦτο ἐννενηκοντούτης), τὴν μόρφωσιν καὶ τὴν ἄμεπτον διαγωγήν, καὶ εὐθὺς θὰ ἐλυτροῦτο ἀπὸ τοῦ μαρτυρικοῦ θανάτου, ὅμως οὔτε τοῦτο δὲν κατεδέχθῃ νὰ πράξῃ ὁ μακάριος Ἐλεάζαρος.