«Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς» (Ἑβρ. ια’ 36).
Τὸν μὲν Ἐλισαῖον ἀναβαίνοντα εἰς Βαιθὴλ περιέπαιξαν καὶ ἐχλεύασαν τὰ παιδάρια τὰ ἐκ τῆς πόλεως ἐξελθόντα, καὶ κραυγάσαντα· «Ἀνάβαινε, φαλακρέ, ἀνάβαινε» (Δ’ Βασ. β’ 23), τὸν δὲ Ἱερεμίαν ἔδειρε καὶ ἔθηκεν εἰς τὴν φυλακὴν ὁ Πασχὼρ ὁ υἱὸς Ἐμμὴρ ὁ ἱερεύς (Ἱερ. κ’ 1-2), τὸν δὲ Μιχαίαν ἐρράπισε μὲν ὁ ψευδοπροφήτης Σεδεκίας, ἔβαλε δὲ αὐτὸν εἰς τὴν φυλακὴν ὁ Ἀχαὰβ (Γ’ Βασ. κβ’ 24-27). «Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι (ὦν οὐκ ἦν ἄξιος ὁ κόσμος) ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς» (Ἑβρ. ια’ 37-38).
Ἐλιθάσθη, ὁ μὲν Ναβουθαὶ διὰ προστάγματος τοῦ Ἀχαὰβ (Γ’ Βασ. κα’ 13), ὁ δὲ Ἀζαρίας ὁ υἱὸς Ἰωδάε ὁ ἱερεὺς, ὁ ἐλέγχων τὰς τοῦ λαοῦ ἀνομίας δι’ ἐντολῆς τοῦ βασιλέως Ἰωάς (Β’ Παραλ. κδ’ 20-21), ὁ δὲ Πρωτομάρτυς Στέφανος θυμῷ καὶ κακίᾳ τῶν Ἰουδαίων (Πράξ. ζ’ 58). Ἐπρίσθη (ἐπριονίσθη) ἐν ξυλίνῳ πρίονι ὁ Προφήτης Ἡσαΐας· ἐπειράσθη ὁ Ἰὼβ διὰ τῆς στερήσεως τῶν ὑπαρχόντων καὶ τῶν τέκνων αὐτοῦ, καὶ διὰ τῆς περικατασχούσης αὐτὸν δριμυτάτης ἀρρωστίας. Ἐν φόνῳ δὲ μαχαίρας ἀπέθανεν ὁ Πρόδρομος Ἰωάννης, καὶ ὁ Ἰάκωβος ὁ ἀδελφὸς Ἰωάννου. Ἐν μηλωταῖς (Ὠριγ. ἐπιστ. πρὸς Ἀφρικ.), ἢ ἐν δέρμασι προβάτων καὶ ἐν δέρμασιν αἱγῶν ἐνδεδυμένοι περιήρχοντο ὁ Προφήτης Ἠλίας καὶ ὁ Προφήτης Ἐλισαῖος, ὑστερούμενοι πάσης σωματικῆς ἀπολαύσεως, θλιβόμενοι ὑπὸ τῶν παρανόμων (Πράξ. ιβ’ 2), κακουχούμενοι ὑπὸ τῆς ἑκουσίου πτωχείας· (τοιούτων Ἁγίων ἀνδρῶν «οὖκ ἦν ἄξιος ὁ κόσμος» (ἔνθ’ ἀνωτ.) ἤτοι δὲν ἦσαν ἄξιοι οἱ εἰς τὴν πονηρίαν καὶ ἀνομίαν τοῦ κόσμου δουλεύοντες ἄνθρωποι, οὐδὲ τῆς συναναστροφῆς οὐδὲ τῆς θεωρίας τοιούτων Ἁγίων) περιπλανώμενοι εἰς τὰς ἐρημίας καὶ εἰς τὰ ὄρη καὶ εἰς τὰ σπήλαια καὶ εἰς τὰς τρύπας τῆς γῆς. Τοιοῦτοι ἦσαν οἱ ἑκατὸν Προφῆται, τοὺς ὁποίους ἔκρυψεν ἐν σπηλαίοις ὁ εὐσεβὴς Ἀβδιού, ὁ τοῦ Ἀχαὰβ οἰκονόμος (Γ’ Βασ. ιζ’ 4). Τοιοῦτοι ἦσαν ἐκεῖνοι οἱ ζηλωταὶ τοῦ Νόμου, οἵτινες μετὰ τῶν Μακκαβαίων ἐξελθόντες ἐκ τῆς Ἱερουσαλήμ, ἦλθον σὺν γυναιξὶ καὶ τέκνοις εἰς τὴν ἔρημον, κρυπτόμενοι εἰς ἀποκρύφους τόπους, καὶ πᾶσαν κάκωσιν ὑπομένοντες (Α’ Μακ. β’ 29).