«Ἀδελφοί, οἱ Ἅγιοι Πάντες διὰ τῆς πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων» (Ἑβρ. ια’ 33).
Ὅσοι ἐκ τοῦ γένους τοῦ Ἑβραίων ἐπίστευσαν εἰς τὸν Ἰησοῦν Χριστόν, ἐκεῖνοι πολλὰ ἔπασχον ὑπὸ τῶν μὴ πιστευσάντων ὁμογενῶν αὐτῶν, ὀνειδισμοὺς δηλονότι, θλίψεις, θεατρισμούς, δεσμά, ἁρπαγὴν καὶ στέρησιν τῶν ἰδίων ὑπαρχόντων (Ἑβρ. ι’ 33-34). Ἵνα λοιπὸν παρηγορήσῃ αὐτοὺς ὁ θεηγόρος Παῦλος, καὶ στερεώσῃ εἰς τὴν εἰς Χριστὸν πίστιν, περιγράφει τὰ κατορθώματα καὶ τὰ θαύματα ὅσα ἐποίησαν, καὶ τὰς ἀνταμοιβὰς ὅσας ἔλαβον οἱ πιστοὶ καὶ δίκαιοι ἄνθρωποι καὶ ἄρχεται μὲν ἀπὸ τοῦ δικαίου Ἄβελ, ἀναφέρων αὐτοὺς κατ’ ὄνομα, καταντήσας δὲ εἰς τὴν Ραάβ, ἥτις διὰ τὴν πίστιν αὐτῆς δεξαμένη τοὺς κατασκόπους ἐσώθη, ἵσταται ἐκεῖ λέγων· «Ἐγκαταλείπει με καὶ οὐκ ἐξαρκεῖ μοι ὁ καιρός, ἐὰν διηγηθῶ τὰ περὶ τοῦ Γεδεών, Βαράκ τε καὶ Σαμψών, Δαβίδ τε καὶ Σαμουήλ, καὶ τῶν Προφητῶν». (Ἑβρ. ια’ 32). Ἔπειτα σιωπήσας τῶν ἄλλων Ἁγίων τὰ ὀνόματα, λέγει· «Οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας» (Ἑβρ. ια’ 33). Αὐτοί, λέγει, οἱ Ἅγιοι Πάντες, καὶ οἱ ὀνομασθέντες ὑπ’ ἐμοῦ καὶ οἱ σιωπηθέντες, τῇ δυνάμει τῆς πίστεως ἐνίκησαν καὶ κατετρόπωσαν βασιλείας. Τίνες δὲ εἶναι οὗτοι οἱ τὰς βασιλείας κατατροπώσαντες; Ὁ μὲν Ἀβραὰμ ἑνίκησε τοὺς πέντε βασιλεῖς, τοὺς τὸν ἀνεψιὸν αὐτοῦ Λὼτ αἰχμαλωτεύσαντας (Γεν. ιδ’ 20)· ὁ δὲ Μωϋσῆς, τὸν Φαραώ, τὸν Ἀμαλὴκ τὸν Χαναναῖον, τὸν Σιὼν βασιλέα τῶν Ἀμορραίων, καὶ τὸν Ὤγ βασιλέα τῆς Βασὰν (Ἔξοδ. ιδ’ 28, ιζ’ 13, Δευτ. α’ 4). Ὁ δὲ Ἰησοῦς τοῦ Ναυῆ τὸν βασιλέα τῆς Ἱεριχοῦς καὶ τὸν βασιλέα τῆς Γαί, καὶ ὅσους ἄλλους ἡ τούτου βίβλος διαλαμβάνει (Ἀριθ. κ’ 3, 24, 35). Καὶ ἄλλοι δὲ ἄνδρες εὐσεβεῖς τῇ δυνάμει τῆς Πίστεως κατετρόπωσαν βασιλείας, ὡς ἱστοροῦσι τὰ τῶν Κριτῶν καὶ τῶν Βασιλειῶν βιβλία (Ἰησ. ϛ’ 7).
«Εἰργάσαντο δικαιοσύνην» (ἐνθ. ἀνωτ.). Οὗτοι εἶναι ἡ Δεββώρα, ὁ Βαράκ, ὁ Γεδεών, ὁ Ἰεφθάε, ὁ Σαμουήλ, οἵτινες ὑπὸ τοῦ φωτὸς τῆς εἰς Θεὸν πίστεως ὁδηγούμενοι ἔκριναν μετὰ πάσης δικαιοσύνης τὸν λαὸν τοῦ Ἰσραήλ, δικαιοῦντες τοὺς ἀδικουμένους, καὶ κατακρίνοντες τοὺς ἀδικοῦντας. «Ἐπέτυχον ἐπαγγελιῶν» (ἔνθ. ἀνωτ.) Νίκην ὑπεσχέθη ὁ Θεὸς εἰς τὸν Βαρὰκ διὰ στόματος τῆς Προφήτιδος Δεββώρας (Κριτ. δ’ 7), ὁμοίως καὶ εἰς τὸν Γεδεὼν διὰ στόματος τοῦ εἰς αὐτὸν ἀποσταλέντος Ἀγγέλου (Κριτ. ϛ’ 14), ἀνάπαυσιν ἀπὸ τῆς καταδρομῆς τῶν ἐχθρῶν εἰς τὸν Δαβὶδ διὰ τοῦ Προφήτου Νάθαν (Β’ Βασιλ. ζ’ 11), ἀπέλαβον δὲ οὗτοι ὅσα εἰς αὐτοὺς ὑπεσχέθη ὁ Θεός.