Ἑρμηνεία εἰς τὰς Πράξεις τῶν Ἀποστόλων τὰς ἀναγινωσκομένας τῇ Κυριακῇ τῆς Πεντηκοστῆς. Τοῦ Νικηφόρου Θεοτόκη, ἐλαφρῶς διεσκευασμένη κατὰ τὴν φράσιν.

Βλέπομεν δέ, ὅτι καὶ ἡ θεία Γραφὴ μετέρχεται τοὺς τοιούτους τρόπους. «Πάντες ἐξέκλιναν» (Ψαλμ. ιγ’ 3), λέγει ὁ Προφήτης Δαβίδ, ἀντὶ τοῦ πολλοὶ εξέκλιναν. Καὶ «Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων» (Ψαλμ. ρϛ’ 26). Ὁ δὲ Εὐαγγελιστὴς Ἰωάννης εἶπεν· «Οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία» (Ἰωάν. κα’ 25). Κατὰ τὸν αὐτὸν λοιπὸν τρόπον καὶ ὁ θεῖος Λουκᾶς ἀντὶ τοῦ, πολλῶν ἐθνῶν, εἶπεν, ἀπὸ παντὸς ἔθνους. Τὶ δὲ ἐποίησαν οἱ τοιοῦτοι Ἰουδαῖοι ἀκούσαντες τὸ τότε γενόμενον θαῦμα τῶν γλωσσῶν;

«Γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. Ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον λένοντες πρὸς ἀλλήλους· οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν, ἐν ᾗ ἐγεννήθημεν;» (Πράξ. β’ 6-8).

Ὅτε τὸ πολύγλωσσον πλῆθος τῶν ἐν Ἱερουσαλὴμ ἤκουσε ταύτην τὴν φωνήν, ἤτοι τὸν ἦχον τὸν ἐκ τοῦ οὐρανοῦ κατερχόμενον εἰς τὸν οἶκον, εἰς τὸν ὁποῖον ἦσαν οἱ Μαθηταὶ τοῦ Χριστοῦ, τότε συνέδραμον πάντες ἐκεῖ, ἵνα μάθωσι τὶ ἆρά γε ἠκολούθησεν. Ἐκεῖ δὲ ἐλθὸν τὸ πλῆθος, συνεχύθη, λέγει, ἤτοι ἐταράχθη ὑπὸ τοῦ θάμβους, καθότι καθεὶς ἐξ αὐτῶν ἤκουε τοὺς Ἀποστόλους ὁμιλοῦντας τὴν πατρικὴν αὐτοῦ διάλεκτον. Καὶ πρῶτον μὲν ἐταράχθη ὁ νοῦς αὐτῶν ἐπὶ τῷ παραδόξῳ ἀκούσματι, ἔπειτα θάμβος καὶ ἔκστασις περιέλαβεν αὐτούς. Ἠρώτα δὲ ὁ εἷς τὸν ἕτερον, λέγων· «οὗτοι οἱ ἄνθρωποι, οἵτινες ὁμιλοῦσι διὰ τοσούτων διαφόρων διαλέκτων οὔκ εἰσι πάντες Γαλιλαῖοι», ἤτοι ἀμαθεῖς τῶν γλωσσῶν ἡμῶν; Πῶς λοιπὸν ἕκαστος ἡμῶν ἀκούει ἀπὸ τοῦ στόματος αὐτῶν τὴν ἰδίαν αὐτοῦ διάλεκτον;

«Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ρωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ» (Πράξ. β’ 9-11).

Εἰς τοῦτο τὸ πλῆθος, ἔλεγον αὐτοὶ μεταξὺ ἀλλήλων, εὑρίσκονται Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ οἰκήτορες τῆς Μεσοποταμίας, τῆς Ἰουδαίας τε καὶ Καππαδοκίας, τοῦ Πόντου καὶ τῆς Ἀσίας, τῆς Φρυγίας καὶ Παμφυλίας, τῆς Αἰγύπτου καὶ τῶν μερῶν τῆς Λιβύης τῆς ἐν τῇ Κυρήνῃ.